previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] τῷ δ᾽ αὐτῷ χρόνῳ Μάγωνί τινες Κελτιβήρων καὶ Ἰβήρων ἔτι ἐμισθοφόρουν, ὧν αἱ πόλεις ἐς Ῥωμαίους μετετέθειντο. καὶ Μάρκιος αὐτοῖς ἐπιθέμενος χιλίους μὲν καὶ πεντακοσίους διέφθειρεν, οἱ δὲ λοιποὶ διέφυγον αὐτὸν ἐς τὰς πόλεις. ἑτέρους δὲ ἑπτακοσίους ἱππέας καὶ πεζοὺς ἑξακιοχιλίους, Ἄννωνος αὐτῶν ἡγουμένου, συνήλασεν ἐς λόφον, ὅθεν ἀποροῦντες ἁπάντων ἐπρεσβεύοντο πρὸς τὸν Μάρκιον περὶ σπονδῶν. δ᾽ ἐκέλευεν αὐτοὺς Ἄννωνα καὶ τοὺς αὐτομόλους ἐκδόντας αὐτῷ, τότε πρεσβεύειν. οἱ μὲν δὴ καὶ τὸν Ἄννωνα στρατηγὸν ὄντα σφῶν συναρπάσαντες, ἔτι τῶν λεγομένων ἀκροώμενον, καὶ τοὺς αὐτομόλους παρέδοσαν: δὲ Μάρκιος ᾔτει καὶ τὰ αἰχμάλωτα. λαβὼν δὲ καὶ ταῦτα, ἐκέλευεν αὐτοὺς τακτὸν ἀργύριον κατενεγκεῖν ἅπαντας ἔς τι τοῦ πεδίου χωρίον: οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν. καταβάντων δὲ ἐς τὸ πεδίον ἔφη, ‘ἄξια μὲν θανάτου δεδράκατε, οἳ τὰς πατρίδας ἔχοντες ὑφ᾽ ἡμῖν, εἵλεσθε μετὰ τῶν ἐχθρῶν ἐπ᾽ αὐτὰς στρατεύειν: δίδωμι δ᾽ ὑμῖν, τὰ ὅπλα καταθεῖσιν, ἀπαθέσιν ἀπιέναι.’ ἀγανακτησάντων δ᾽ εὐθὺς ὁμοῦ πάντων, καὶ ἀνακραγόντων οὐκ ἀποθήσεσθαι τὰ ὅπλα, μάχη γίγνεται καρτερά. καὶ τὸ μὲν ἥμισυ τῶν Κελτιβήρων, πολλὰ δρασάντων, κατεκόπη, τὸ δ᾽ ἥμισυ πρὸς Μάγωνα διεσώθη. δ᾽ ἄρτι μὲν ἐς τὸ στρατόπεδον τὸ Ἄννωνος κατεπεπλεύκει ναυσὶν ἑξήκοντα μακραῖς, μαθὼν δὲ τὴν Ἄννωνος συμφορὰν ἐς Γάδειρα διέπλει, καὶ λιμῷ κακοπαθῶν περιεσκόπει τὸ μέλλον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: