[102]
μετὰ δὲ τὸν Σύλλα θάνατον Γάιος Καῖσαρ αἱρεθεὶς Ἰβηρίας στρατηγεῖν, ὥστε καὶ πολεμεῖν οἷς δεήσειεν, ὅσα τῶν Ἰβήρων ἐσαλεύετο ἢ Ῥωμαίοις ἔτι ἔλειπε, πολέμῳ συνηνάγκασε πάντα ὑπακούειν. καί τινα αὖθις ἀφιστάμενα Ὀκταούιος Καῖσαρ ὁ τοῦ Γάιου παῖς, ὁ Σεβαστὸς ἐπίκλην, ἐχειρώσατο. καὶ ἐξ ἐκείνου μοι δοκοῦσι Ῥωμαῖοι τὴν Ἰβηρίαν, ἣν δὴ νῦν Ἱσπανίαν καλοῦσιν, ἐς τρία διαιρεῖν καὶ στρατηγοὺς ἐπιπέμπειν, ἐτησίους μὲν ἐς τὰ δύο ἡ βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφ᾽ ὅσον δοκιμάσειεν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.