previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] παραλαβών τε τὴν ἐκεῖ στρατιάν, καὶ οὓς ἦγεν ἐς ἓν συναγαγών, ἐκάθηρε, καὶ διελέχθη καὶ τοῖσδε μεγαληγόρως. δόξα τε διέδραμεν ἐς ὅλην αὐτίκα τὴν Ἰβηρίαν, βαρυνομένην τε τοὺς Λίβυας καὶ τῶν Σκιπιώνων τὴν ἀρετὴν ἐπιποθοῦσαν, ὅτι στρατηγὸς αὐτοῖς ἥκοι Σκιπίων Σκιπίωνος κατὰ θεόν. οὗ δὴ καὶ αὐτὸς αἰσθανόμενος, ὑπεκρίνετο πάντα ποιεῖν πειθόμενος θεῷ. πυνθανόμενος δ᾽ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπ᾽ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ βελῶν καὶ νεῶν καὶ αἰχμαλώτων καὶ ὁμήρων τῶν ἐξ ὅλης Ἰβηρίας ἔχουσιν ἐν τῇ πρότερον μὲν Ζακάνθῃ τότε δὲ ἤδη Καρχηδόνι, καὶ φρουρὸς αὐτῶν ἐστὶ Μάγων μετὰ μυρίων Καρχηδονίων, ἔκρινε πρῶτον ἐς τούτους ἐπιδραμεῖν διά τε τὴν ὀλιγότητα τοῦ στρατοῦ τοῦ μετὰ Μάγωνος καὶ τὸ μέγεθος τῆς παρασκευῆς, καὶ ὡς ὁρμητήριον ἀσφαλὲς ἐκ γῆς καὶ θαλάσσης ἕξων ἐπὶ ὅλην τὴν Ἰβηρίαν πόλιν ἀργυρεῖα καὶ χώραν εὐδαίμονα καὶ πλοῦτον πολὺν ἔχουσαν καὶ τὸν διάπλουν ἐς Λιβύην βραχύτατον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: