previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99] Ῥωμαῖοι δέ, ὡς ἔθος, ἐς τὰ προσειλημμένα τῆς Ἰβηρίας ἔπεμψαν ἀπὸ τῆς βουλῆς ἄνδρας δέκα τοὺς καταστησομένους αὐτὰ ἐς εἰρήνην, ὅσα Σκιπίων τε ἔλαβε καὶ Βροῦτος πρὸ τοῦ Σκιπίωνος ὑπηγάγετο ἐχειρώσατο. χρόνῳ δ᾽ ὕστερον, ἀποστάσεων ἄλλων ἐν Ἰβηρίᾳ γενομένων, Καλπούρνιος Πίσων στρατηγὸς ᾑρέθη. καὶ αὐτὸν διεδέξατο μὲν Σέρουιος Γάλβας, Κίμβρων δ᾽ ἐπιστρατευόντων τῇ Ἰταλίᾳ, καὶ Σικελίας πολεμουμένης τὸν δεύτερον δουλικὸν πόλεμον, στρατιὰν μὲν ἐς Ἰβηρίαν οὐκ ἔπεμπον ὑπ᾽ ἀσχολίας, πρέσβεις δὲ ἀπεστέλλον, οἳ τὸν πόλεμον ἔμελλον ὅπῃ δύναιντο καταθήσεσθαι. Κίμβρων δὲ ἐξελαθέντων, Τίτος Δείδιος ἐπελθὼν Ἀρουακῶν μὲν ἔκτεινεν ἐς δισμυρίους, Τερμησὸν δέ, μεγάλην πόλιν ἀεὶ δυσπειθῆ Ῥωμαίοις γενομένην, ἐξ ἐρυμνοῦ κατήγαγεν ἐς τὸ πεδίον, καὶ ἐκέλευσεν οἰκεῖν ἀτειχίστους. Κολένδαν δὲ προσκαθίσας ἐνάτῳ μηνὶ παρέλαβεν ἐγχειρίσασαν ἑαυτήν, καὶ τοὺς Κολενδέας ἅπαντας μετὰ παίδων καὶ γυναικῶν ἀπέδοτο.

[100] πόλιν δ᾽ ἑτέραν τῆς Κολένδης πλησίον ᾤκουν μιγάδες Κελτιβήρων, οὓς Μᾶρκος Μάριος συμμαχήσαντας αὐτῷ κατὰ Λυσιτανῶν, τῆς βουλῆς ἐπιτρεπούσης, ᾠκίκει πρὸ πέντε ἐνιαυτῶν. ἐλῄστευον δ᾽ ἐξ ἀπορίας οὗτοι: καὶ κρίνας αὐτοὺς Δείδιος ἀνελεῖν, συνθεμένων αὐτῷ τῶν δέκα πρέσβεων ἔτι παρόντων, ἔφη τοῖς ἐπιφανέσιν αὐτῶν ἐθέλειν τὴν Κολενδέων χώραν αὐτοῖς προσορίσαι πενομένοις. ἀσπαζομένους δὲ ὁρῶν ἐκέλευε, τῷ δήμῳ ταῦτα μετενεγκόντας, ἥκειν μετὰ γυναικῶν καὶ παίδων τὴν χώραν μεριουμένους. ἐπεὶ δ᾽ ἀφίκοντο, προσέταξε τοὺς στρατιώτας ἐκ τοῦ χάρακος ἐξελθεῖν καὶ τοὺς ἐνεδρευομένους ἔσω παρελθεῖν ὡς ἀπογραψόμενος αὐτῶν ἔνδον τὸ πλῆθος, ἐν μέρει μὲν ἀνδρῶν ἐν μέρει δὲ παίδων καὶ γυναικῶν, ἵνα ἐπιγνοίη πόσην χώραν αὐτοῖς δέοι διελεῖν. ὡς δὲ παρῆλθον ἐς τὴν τάφρον καὶ τὸ χαράκωμα, περιστήσας αὐτοῖς τὸν στρατὸν Δείδιος ἔκτεινε πάντας. καὶ ἐπὶ τοῖσδε Δείδιος μὲν καὶ ἐθριάμβευσε, πάλιν δὲ τῶν Κελτιβήρων ἀποστάντων Φλάκκος ἐπιπεμφθεὶς ἔκτεινε δισμυρίους. ἐν δὲ Βελγήδῃ πόλει μὲν δῆμος ἐς ἀπόστασιν ὁρμῶν τὴν βουλὴν ὀκνοῦσαν ἐνέπρησεν αὐτῷ βουλευτηρίῳ, δὲ Φλάκκος ἐπελθὼν ἔκτεινε τοὺς αἰτίους.

[101] τοσάδε μὲν ηὗρον ἄξια λόγου Ῥωμαίοις ἐς τότε πρὸς Ἴβηρας αὐτοὺς γενόμενα: χρόνῳ δ᾽ ὕστερον στασιαζόντων ἐν Ῥώμῃ Σύλλα τε καὶ Κίννα, καὶ ἐς ἐμφυλίους πολέμους καὶ στρατόπεδα κατὰ τῆς πατρίδος διῃρημένων, Κόιντος Σερτώριος, ἐκ τῆς Κίννα στάσεως αἱρεθεὶς τῆς Ἰβηρίας ἄρχειν, Ἰβηρίαν τε αὐτὴν ἐπανέστησε Ῥωμαίοις, καὶ πολὺν στρατὸν ἀγείρας, καὶ βουλὴν τῶν ἰδίων φίλων ἐς μίμημα τῆς συγκλήτου καταλέξας, ἤλαυνεν ἐς Ῥώμην ἐπὶ τόλμης καὶ φρονήματος λαμπροῦ, καὶ τἄλλα ὢν ἐς θρασύτητα περιώνυμος, ὥστε τὴν βουλὴν δείσασαν ἑλέσθαι τοὺς παρὰ σφίσιν ἐπὶ μεγίστης τότε δόξης στρατηγούς, Καικίλιόν τε Μέτελλον μετὰ πολλοῦ στρατοῦ καὶ Γναῖον Πομπήιον ἐπ᾽ ἐκείνῳ μεθ᾽ ἑτέρου στρατοῦ, ἵνα τὸν πόλεμον, ὅπῃ δύναιντο, ἐξωθοῖεν ἐκ τῆς Ἰταλίας ἐν διχοστασίᾳ τότε μάλιστα οὔσης. ἀλλὰ Σερτώριον μὲν τῶν στασιωτῶν τις αὐτοῦ Περπέρνας ἀνελὼν ἑαυτὸν ἐπὶ Σερτωρίῳ στρατηγὸν ἀπέφηνε τῆς ἀποστάσεως, Περπέρναν δ᾽ ἔκτεινε μάχῃ Πομπήιος, καὶ πόλεμος ὅδε, θορυβήσας δὴ τῷ φόβῳ μάλιστα Ῥωμαίους, διελύθη. τὸ δὲ ἀκριβὲς αὐτοῦ δηλώσει τὰ περὶ Σύλλαν ἐμφύλια.

[102] μετὰ δὲ τὸν Σύλλα θάνατον Γάιος Καῖσαρ αἱρεθεὶς Ἰβηρίας στρατηγεῖν, ὥστε καὶ πολεμεῖν οἷς δεήσειεν, ὅσα τῶν Ἰβήρων ἐσαλεύετο Ῥωμαίοις ἔτι ἔλειπε, πολέμῳ συνηνάγκασε πάντα ὑπακούειν. καί τινα αὖθις ἀφιστάμενα Ὀκταούιος Καῖσαρ τοῦ Γάιου παῖς, Σεβαστὸς ἐπίκλην, ἐχειρώσατο. καὶ ἐξ ἐκείνου μοι δοκοῦσι Ῥωμαῖοι τὴν Ἰβηρίαν, ἣν δὴ νῦν Ἱσπανίαν καλοῦσιν, ἐς τρία διαιρεῖν καὶ στρατηγοὺς ἐπιπέμπειν, ἐτησίους μὲν ἐς τὰ δύο βουλή, τὸν δὲ τρίτον βασιλεὺς ἐφ᾽ ὅσον δοκιμάσειεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: