previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[76] ἐπάνεισι δ᾽ ἐς τὸν Ἀρουακῶν καὶ Νομαντίνων πόλεμον γραφή, οὓς Οὐρίατθος μὲν ἠρέθισεν ἐς ἀπόστασιν, Καικίλιος δ᾽ αὐτοῖς Μέτελλος ἀπὸ Ῥώμης ἐπιπεμφθεὶς μετὰ πλέονος στρατοῦ Ἀρουακοὺς μὲν ἐχειρώσατο, σὺν ἐκπλήξει καὶ τάχει θερίζουσιν ἐμπίπτων, Τερμεντία δ᾽ αὐτῷ καὶ Νομαντία ἔτι ἔλειπον. ἦν δ᾽ Νομαντία ποταμοῖς δύο καὶ φάραγξιν ἀπόκρημνος, ὗλαί τε αὐτῇ πυκναὶ περιέκειντο, καὶ μία κάθοδος ἦν ἐς τὸ πεδίον, τάφρων ἐπεπλήρωτο καὶ στηλῶν. αὐτοὶ δ᾽ ἦσαν ἄριστοι μὲν ἱππεῖς τε καὶ πεζοί, πάντες δ᾽ ἀμφὶ τοὺς ὀκτακισχιλίους. καὶ τοσοίδε ὄντες ὅμως ὑπ᾽ ἀρετῆς ἐς μέγα ἠνώχλησαν τὰ Ῥωμαίων. Μέτελλος μὲν δὴ μετὰ χειμῶνα τὴν στρατιὰν Κοΐντῳ Πομπηίῳ [Αὔλῳ] διαδόχῳ τῆς στρατηγίας οἱ γενομένῳ παρέδωκε, τρισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας ἄριστα γεγυμνασμένους, δὲ Πομπήιος τῇ Νομαντίᾳ παραστρατοπεδεύων ᾤχετό ποι, καὶ ἱππέας αὐτοῦ μεταθέοντας αὐτὸν οἱ Νομαντῖνοι καταβάντες ἔκτειναν. ἐπανελθὼν οὖν παρέτασσεν ἐς τὸ πεδίον, καὶ οἱ Νομαντῖνοι καταβάντες ὑπεχώρουν κατ᾽ ὀλίγον οἷα φεύγοντες, μέχρι ταῖς στήλαις καὶ φάραγξιν Πομπήιος ...


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: