previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐχὶ ταὐτὰ γιγνώσκειν, ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταν τε τὸ τῆς πολιτείας ὄνομ᾽ ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ. [2] καὶ θαυμάζω τίς ποθ᾽ πρόφασις. πότερον προῖκα λέγειν ταῦτ᾽ αὐτοὺς οἴεσθε; ἀλλ᾽ οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτ᾽ εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρ᾽ ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλ᾽ αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφ᾽ ὑμῶν χρηστὸς νομίζοιτ᾽ εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότ᾽ αἰσθήσεσθ᾽ ἡμαρτηκότες, ἡνίκ᾽ οὐδ᾽ ὁτιοῦν ὑμῖν πλέον ἔσται. [3]

τὸ μὲν [οὖν], ἄνδρες Ἀθηναῖοι, μὴ πάνθ᾽ ὡς ἂν ἡμεῖς βουλοίμεθ᾽ ἔχειν μήτε παρ᾽ αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν: πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μηδ᾽ ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: