previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δ᾽ οὖν, πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτ᾽ ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ αὐτὸς ἔλεγχος, ἄνδρες Ἀθηναῖοι, τῶν τε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι. [2] μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτ᾽ εὔνους ὢν τῇ πόλει: νῦν δ᾽ ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθ᾽ αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δ᾽ οἶδά ποτ᾽, ἄνδρες Ἀθηναῖοι, παρ᾽ ὑμῖν ἀκούσας ἀνδρὸς οὔτ᾽ ἀνοήτου δοκοῦντος εἶναι οὔτ᾽ ἀπείρου πολέμου, [3] Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ τὰ γενήσεται, ἀλλ᾽ ὅπως τά: οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι: νῦν δ᾽ ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους δι᾽ ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκ᾽ ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: