previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅμως δ᾽ ἔγωγε ὑποστήσομαι τοῦτο τὸ ἄτοπον. καὶ γὰρ ὡς ἀληθῶς ἐστι δεινότερον καὶ ἀτοπώτερον, εἰ μᾶλλον πειρώμενος ὡς οὐκ αἰσχρὸν ῥητορικὴ διδάσκειν αἰσχύνεται τολμήσας πρῶτον ἐν αἰσχροῦ μοίρᾳ ψέγειν. πρῶτον μὲν οὖν εἰ τὰ μάλιστα μὴ τέχνην εἶναι δοίημεν αὐτὴν, ὅπερ ὡς ἕρμαιον στρέφει παρ᾽ ὅλον τὸν λόγον, τί μᾶλλον αἰσχρόν γ᾽ εἶναι συγχωρησόμεθα; εἰ μὲν γὰρ ἦν ἀναγκαίως ἅπαν τὸ μὴ τέχνῃ γιγνόμενον κακὸν, τοῦ μηδενὸς ἄξιον, ἦν τι προὔργου: νῦν δ᾽ οὐδείς ἐστιν ὅστις οὐκ ἂν [p. 11]συμφήσαι τὸ μὴ οὐ τὰ μέγιστ᾽ ἀνθρώποις καὶ κάλλιστ᾽ ἐκ θεῶν ἅμα τε ἔξω τέχνης εἶναι καὶ τέχνης κρείττω, καὶ τοῦθ᾽ οὕτω παρὰ πᾶσιν ἀνθρώποις καὶ δεξιοῖς καὶ πολλοῖς κεκράτηκεν ὥσθ᾽ ὅσα μὲν τῶν ἑπτὰ σοφῶν κληθέντων οὕτως ἐν τοῖς πᾶσιν ὄντων εὐαριθμήτων εἶπέ τις συνεβούλευσεν, τῶν ἄλλων οὓς ἐπὶ παιδείᾳ θαυμάζομεν ὡς πρώτους, οὐδεὶς προστίθησι θεῷ, ἀλλὰ τὸ τοῦ ἀνδρὸς ὄνομα ἑκάστοις ἐπιφημίζεται δ᾽ ἂν αἱ Πυθοῖ προμάντεις φῶσιν, ἐπειδὰν ἐκστῶσιν ἑαυτῶν, ταῦθ᾽ ὡς Πύθιος εἶπε καὶ Πλάτων καὶ ἅπαντες λέγουσι καίτοι τίνα ἐπίστανται δή που τέχνην τότε, αἵ γε οὐχ οἷαί τέ εἰσι φυλάττειν οὐδὲ μεμνῆσθαι; καίτοι μικρὰ μὲν πάντας εἰδυῖα λόγους ἀνθρωπίνους ἰατρικὴ καὶ κρείττων ὀψοποιικῆς πρὸς τὰς ἐκ Δελφῶν, οἶμαι, δύναται λύσεις, ὅσαι καὶ ἰδίᾳ καὶ κοινῇ καὶ νόσων καὶ παθημάτων ἁπάντων ἀνθρώποις ἐφάνθησαν, μικρὰ δ᾽ κατ᾽ αὐτὴν ἑστηκυῖα δικαιοσύνη, κρίσεως ἕνεκα πραγμάτων καὶ συμβουλῆς. τί δὲ ἐροῦσι σύμπαντες οἱ γυμνασταὶ, δυοῖν καὶ τριῶν λογίων οὐχ ἡττᾶσθαι σφῶν πᾶσαν τὴν ἐπιστήμην, εἴπερ ἕν γε τοῦτ᾽ ἐπίστανται βραχὺ σωφρονεῖν; τί δὲ σεμνή σοι νομοθετικὴ καὶ τὰ μεγάλα ἀνθρώποις εὑρίσκουσα; οἶμαι μὲν παραχωρήσεται, μᾶλλον δὲ πάλαι παρεχώρησε ταῖς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: