previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εὑρὼν, δ᾽ ἀκούσας μανθάνει. εἰ γάρ τις μὴ εὕροι τι χρὴ ποιεῖν, πῶς ἂν ἄλλῳ προστάξειεν χρὴ ποιεῖν; εἰ γὰρ αὐτὸς ἀκούσας ἄλλου προστάξειεν χρὴ ποιεῖν, πείσεται πρότερον προστάξει. τοῦτο δ᾽, ἕως ἂν ἄρχων , τῶν ἀδυνάτων. προστάττειν μὲν γὰρ ἦν τοῦ γε ἄρχοντος, οὐ πείθεσθαι, οὐδέν γε μᾶλλον καὶ διδασκάλου πείθεσθαι τοῖς μαθηταῖς ἐστί. φαίνεται τοίνυν καὶ κατὰ τοῦτον τὸν λόγον μὲν φύσις ἄρχοντος χώραν ἔχουσα, δ᾽ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι. καὶ μὴν κἀκεῖνό γε ἐν τοῖς ἄνω λόγοις ἦν, ὡς θεοὶ μὲν εὗρον καὶ κατέδειξαν ἕκαστα, ἄνθρωποι δὲ λαβόντες παρὰ θεῶν χρώμεθα, ἄλλοις ἄλλων ἑρμηνεῦσι χρησάμενοι. τίς ἂν οὖν λόγος μᾶλλον σώσειε τὸ γιγνόμενον τῷ πιστεῦσαι δικαιότερον θεοὺς μὲν εὑρεῖν ἕκαστα τίθεμεν καὶ νῦν ἔτι σημαίνειν, πάλιν δ᾽ ἀρχῆς ἴδιον φαμὲν εἶναι τὸ εὑρεῖν καὶ προστάξαι, τὸ δ᾽ ἀκοῦσαι καὶ μαθεῖν τοῦ χείρονος, οὔτε γὰρ δή που θεῶν ἅπανθ᾽ εὑρόντων αἰσχρὸν ἄρχοντος θεῖναι τὸ εὑρεῖν, εἴπερ ἄρχουσιν οἱ θεοὶ πάντων, οὔτ᾽ ἀρχῇ τοῦ προστάξαι προσήκοντος αἰσχρὸν εἰς θεοὺς ἀνενεγκεῖν τὴν εὕρεσιν, εἴπερ εὑρόντος μέν ἐστι σημῆναι, εὑρίσκει δὲ κρείττων ἀεί. εἶεν. δεσπότης δ᾽ οἰκέτου τῷ διαφέρει πρὸς θεῶν; οὐ δεσπότου μὲν προστάξαι, δούλου δ᾽ ὑπακοῦσαι πᾶς τις ἂν φήσειεν εἶναι; οὐκοῦν μὲν οἶδεν ἐφ᾽ ἑαυτοῦ τί χρὴ ποιεῖν, δὲ ἀκούσας μανθάνει. τί δὲ τῶν παρθένων ἐπαινέτης τε καὶ σύμβουλος λέγει Λακεδαιμόνιος ποιητής; [p. 41]
πολλὰ λέγων ὄνυμ᾽ ἀνδρὶ, γυναικὶ δὲ Πασιχάρηα.
πολλὰ, φησὶν, ἀνὴρ λεγέτω, γυνὴ δὲ οἷς ἂν ἀκούσῃ χαιρέτω. ἆρ᾽ οὖν οὐκ εὔδηλον ὡς μὲν αὐτὸς εὑρηκὼς καὶ προειδὼς ἐρεῖ πολλὰ, δ᾽ ἄρχεσθαι προσήκει,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: