previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει: φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετ᾽ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφ᾽ σε παρεκάλουν, πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν: νῦν δ᾽ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ [p. 91] πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι.’ ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκείνου γνώμην, ἀλλ᾽ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχθέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδ᾽ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς: ταῦτα δ᾽ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, Πλάτων, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτ᾽ εἰπεῖν ἂν νομίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δ᾽ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δ᾽ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτ᾽ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδικήσεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρ᾽ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: