previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν μέτρῳ μὲν εἰπεῖν ἄνευ τέχνης οὐ δεινὸν, ἀλλὰ καὶ θεῖον πολλάκις, οὑτωσὶ δ᾽ εἰπεῖν τὰ βέλτιστα δεινὸν ἐὰν μὴ σὺν τέχνῃ; ἐγὼ μὲν οὐχ ὁρῶ τὴν ἀνάγκην. πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστ᾽ ἐρεῖ, ῥήτωρ δ᾽ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ σὺν τέχνῃ; καὶ μὴν οἵ γε ποιηταὶ φιλόδωρον τὸν Ἑρμῆν οὐδενὸς ἧττον θεῶν, οἶμαι δὲ καὶ διαφερόντως, κεκλήκασιν. οὐκοῦν εἰ δι᾽ Ἀπόλλωνος μαντικὴ καὶ διὰ Μουσῶν ποιητικὴ χωρεῖ, καὶ τούτων ἄνευ ψυχρὰ τὰ τῆς τέχνης, τί κωλύει καὶ ῥητορικὴν τῆς Ἑρμοῦ τιθέναι δωρεᾶς, ἥν γε τῷ ὄντι χρὴ θείαν καλεῖν καὶ τέχνης κρείττω; μέχρι μέντοι τῶν νῦν τούτων ὑπ᾽ αὐτῶν τῶν λόγων ἐξελέγχεσθαι Πλάτωνα φαίη τις ἄν: βούλομαι δ᾽ αὐτὸν καὶ ὑπὸ τῶν αὑτοῦ λόγων ἐξελεγχόμενον φανῆναι. τρόπον μὲν οὖν τινα καὶ τοῦτ᾽ ἤδη γέγονεν. ἐν οἷς γὰρ αὐτὸν ἐδείκνυμεν καταφεύγοντα ἐπὶ τὴν Πυθίαν πολλαχοῦ τῶν Νόμων οὐ διέφυγε τοῦτον τὸν ἔλεγχον. οὐ μὴν ἀλλὰ καὶ παντελῶς διὰ πάντων ἑξῆς ὧν εἴρηκα βούλομαι δεῖξαι ταὐτὰ φθεγγόμενον. φανήσεται γὰρ νῦν ἡμεῖς [p. 15] λέγομεν αὐτὸς πρόσθεν εἰρηκὼς, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασι μηδ᾽ εἰς τοσοῦτον τῆς ἀναγκαίας ἀποδείξεως, ἀλλ᾽ οὖν τῷ γε ὅλῳ λόγῳ. ὑπομνήσω δ᾽ αὐτὸν Φαίδρου τοῦ καλοῦ. γὰρ αὐτὸς ἐκεῖ ποιεῖ τὰ Λυσίου τιθεὶς μεταξὺ τῶν αὑτοῦ, τοῦτο κἀγὼ νῦν ποιήσω, αὐτὰ τἀκείνου παρέξομαι καθάπερ νόμον. ποῦ δή μοι, φησὶν, παῖς; ποῦ δή μοι καὶ λόγος πρὸς τὸν παῖδα; οὑτοσὶ μάλα πλησίον. φέρε δὴ τί λέγει;
εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο: νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: