previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰκότως γε, Γοργία. οὐδὲν γάρ πω σαφὲς λέγω. Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν. ἀλλ᾽ ἐγὼ πειράσομαι φράσαι γέ μοι φαίνεται εἶναι ῥητορική: εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; πῶς γὰρ οὔ; οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; ἔγωγε. τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δ᾽ οὔ; οἷον τοιόνδε λέγω: πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὡς οὐκ εὖ ἔχουσιν ἀλλ᾽ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. ἀληθῆ λέγεις. τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔχει δὲ οὐδὲν μᾶλλον. ἔστι ταῦτα. φέρε δή σοι ἐὰν δύνωμαι σαφέστερον ἐπιδείξω λέγω. δυοῖν ὄντων τῶν πραγμάτων δύο λέγω τέχνας. τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δ᾽ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ἀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικὴν, τὴν δὲ ἰατρικήν. τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομοθετικὴν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσαι ἑκατέρα τούτων, τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ δικαιοσύνη τῇ νομοθετικῇ. ὅμως δὲ διαφέρουσί τι ἀλλήλων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν, τῶν μὲν τὸ σῶμα, τῶν [p. 8] δὲ τὴν ψυχὴν, κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω, ἀλλὰ στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκαστον τῶν μορίων προσποιεῖται εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: