previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλως τῶν ἴσων τυχεῖν, τοῦ πείθοντος ἔδει λόγου: τοῦτο δ᾽ αὖ εὐθὺς ὑπὲρ τῆς δικαιοσύνης. μὲν γὰρ αὑτῷ καὶ ταῖς παρασκευαῖς ἐπιτρέπων τὸ δοκοῦν ἑαυτῷ ἀξιοῖ κρατεῖν, ὁποῖόν ποτ᾽ ἂν , δ᾽ ἀφ᾽ ὧν καὶ τοὺς ἔξω δεῖ πεῖσαι ταῦθ᾽ ὁρῶν καὶ ταῦτ᾽ ἀξιῶν μελετᾶν, οὐ φεύγει τὴν τοῦ ποῖ᾽ ἄττ᾽ ἐστὶν βούλεται βάσανον. φαίνεται τοίνυν ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς φύσεως μετειληφυῖα, εἴπερ τό γε ἀκριβὲς ἐπ᾽ ἀμφοτέρων δεῖ θεωρεῖν, μᾶλλον δὲ μέρος οὖσα τῆς ῥητορικῆς νομοθετικὴ καὶ τοῖς πᾶσι δευτέρα πως, πρῶτον μὲν ὅτι καὶ περὶ αὐτῶν ἔδει τῶν [p. 66] νόμων λόγου τοῦ πείθοντος. εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δ᾽ οἱ τῇ χειρὶ κρείττους οὐκ ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείσοντος ἤδη; οὐ γὰρ βιάσασθαί γε ἐνῆν τοὺς πρὸς αὐτὸ τοῦτο πεφυκότας, οὐδ᾽ ἦν αὕτη νόμων ἀρχή: ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτ᾽ ἦν πρῶτον παρὰ τοὺς νόμους. ἔδει δὴ πεῖσαι μάλιστα μὲν καὶ τοὺς ἀντιπράττοντας αὐτοὺς, καὶ βελτίους γε εὐθὺς αὐτῷ τούτῳ ποιῆσαι: εἰ δὲ μὴ, τούς γε πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις. οἱ μὲν γὰρ τῇ σφετέρᾳ φύσει χρώμενοι πρὸς τοὺς πολλοὺς ἀδικεῖν ἔμελλον τοὺς ἄλλους, οἱ δὲ τῇ τῆς ῥητορικῆς καὶ σφετέρᾳ πρὸς ἐκείνους εὖ ποιήσειν ἔμελλον κἀκείνους, εἴπερ σωφρονεῖν ἔμελλον. εἰ δ᾽ ἄρα ἐκεῖνοι μὴ ἐδέχοντο, λοιπὸν ἦν πεῖσαι τοὺς πολλοὺς καὶ ὑπὲρ ὧν ἐτίθει τις αὐτὸ τοῦτο, ὅτι ὑπὲρ αὑτῶν τίθησιν. ἔδει δὴ λόγων καὶ πειθοῦς. δι᾽ ἓν μὲν τοῦθ᾽ οὕτως ἀναγκαίως ῥητορικὴ νόμων πρότερον καὶ ἡγούμενον, δεύτερον δὲ τί χρὴ τοὺς νόμους αὐτοὺς, πρὸς θεῶν, εἶναι φῆσαι πλὴν λόγους, τοσοῦτον τῶν ἄλλων ἐξηλλαγμένους ὅσον εἰσὶ γεγραμμένοι; εἰ μὲν ἐγώ τι μέμνημαι, καὶ Σωκράτει συνδοκεῖν Αἰσχίνης


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: