previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θεὶς καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ τόν γε Ἀριστείδην οὐ μόνον οὐδὲν φλαῦρον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηται. καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπ᾽ Ἀθηναίων δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναί ἐστιν, οὐδ᾽ Ἀριστείδης προὔστη καλῶς: [p. 120] οὐδὲ γὰρ οὗτος ἀθῶος δή που διέφυγεν, ἀλλ᾽ ἐξέπεσε, προσθήσω δ᾽ ὅτι οὗτός γε οὐδὲ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς οὐδ᾽ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλ᾽ ἐξοστρακισθεὶς ὑπ᾽ αὐτοῦ τοῦ δήμου. οὐκοῦν εἰ μὲν μηδέν ἐστι τοῦτο σύμβολον κακίας, εἴ τις ῥήτωρ ἠτύχησε πρὸς τούτους ὧν προὐστήκει, οὔτε Μιλτιάδης οὔτε Θεμιστοκλῆς, οὐδ᾽ εἴ τις ἄλλος, ἅμα τ᾽ ἔπταισαν καὶ δικαίως ἂν φαῦλοι νομίζοιντο: εἰ δ᾽ ἐκεῖνοι τούτοις ἐξελέγχονται, τί κωλύει μηδ᾽ Ἀριστείδην ἐλλόγιμον μηδ᾽ ἔξω τῆς ἐκείνων αἰτίας τιθέναι; ὥστ᾽ οὐ μόνον τοῖς κατὰ ῥητορικῆς λόγοις, ἀλλὰ καὶ τοῖς ἰδίᾳ κατὰ τῶν ἀνδρῶν, γε Ἀριστείδης ὑπεναντίως ὑπ᾽ αὐτοῦ τιμηθεὶς ἐκείνοις οὓς κακίζει βοηθῶν φαίνεται, ὥσπερ ἐπεισόδιον παρὰ δόξαν προχωροῦν. ἔπειτ᾽ ἄγει τὸν κυβερνήτην, καὶ τίνος ἕνεκα, φησὶν, οὐ φρονεῖ μέγα οὐδὲ ἴσον τῷ ῥήτορι, σώζων ἐκ θανάτου καὶ οὗτος ἀνθρώπους καὶ αὐτοὺς καὶ χρήματα; ἐγὼ δὲ ὁρῶ μὲν κἀκεῖνο ὑπάρχον ἀντερωτῆσαι, τίνος οὖν ἕνεκα οὐδὲ αὐτὸς τῷ κυβερνήτῃ παραχωρεῖς; εἰ γὰρ φιλοσοφίας ἕνεκα ἀτίμως ὑπὸ τῶν πολλῶν ἀγομένης πλεῦσαι φῂς εἰς Σικελίαν τῷ Δίωνι βοηθὸς, οὐχ ἧττον κυβερνήτης ἐκεῖνον ἔσωζεν σὲ ἄγων, καὶ ταῦτα μέντοι διὰ τοῦ μεγίστου τῶν πελαγῶν, ἀλλὰ τοσούτῳ σοῦ πλέον εἰπεῖν ἔχει, ὅσῳ καὶ αὐτὸν τὸν μέλλοντα σώζειν τὸν Δίωνα ἔσωζεν. ἀλλ᾽ ἐῶ ταῦτα. ἀλλὰ πῶς οὐκ ἄτοπον ὡς ἀληθῶς, εἰ αὐτὸς μὲν κυβερνήτης μὴ ἀξιοῖ τὸ ἴσον φρονεῖν τῷ ῥήτορι μηδ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: