previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λόγῳ καὶ τῷ καθ᾽ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθ᾽ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρ᾽ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων [p. 102]κατηγοροῦντα παρ᾽ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτ᾽ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρ᾽ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθ᾽ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθ᾽ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτ᾽ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλ᾽ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατ᾽ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν: γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτ᾽ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τ᾽ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, Πλάτωνα λέγω, καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντ᾽ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν βοήθεια ἀφίξεται. οἱ δ᾽ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτ᾽ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν [p. 103] ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: