previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προειπεῖν. τεκμήριον δέ: εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλ᾽ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδ᾽ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτ᾽ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα. [p. 52] νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδ᾽ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλ᾽ εἰκάζει. πάλιν πολιτῶν, τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλ᾽ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δ᾽ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς γ᾽ ἂν φοβήσῃ περὶ τοῦ μέλλοντος ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλ᾽ πλοῦτον, πενίαν, λύπην, χαρὰν, θάνατον, πράξεις, τὰ τοιαῦτα λέγει, αὐτὰ δ᾽ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δ᾽ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλ᾽ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ [p. 53]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: