previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν ὑπηρετῶν ἅττ᾽ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ. πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο στοχάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρατιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρ᾽ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι; οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶντὰς γὰρ πλείους ἀφίημιτὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; πῶς μόνον κοινόν ἐστι τῶν τεχνῶν ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητορικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο τοῖς συμβόλοις, δι᾽ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχάζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλ᾽ εἰ καὶ μὴ δι᾽ ἓν τῶν ἄλλων πάντων, δι᾽ ἓν τοῦτο μέτεστι τὸ στοχάζεσθαι, εἰ τοῦτ᾽ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχάζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλ᾽ αὐτὴν τὴν πολυτίμητον εἴτ᾽ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐτὸς, πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς, ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλ᾽ ἀφίης [p. 54] τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλ᾽ ἐγὼ, τοῦτ᾽ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι , δὲ ἐπιστήμη καθ᾽ Ὅμηρον ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: