previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θεὶς τὴν ῥητορικὴν τῆς στρατηγικῆς τοσούτῳ κυριωτέραν, ὅσῳ δέκα ἄνδρες δέκα μυριάδων ἐλάττους ἀριθμῷ: εἰκότως. οὐ γὰρ πόρρωθεν εἰλήφει τὸν ἔλεγχον, ἀλλ᾽ εἰ τότε ὡρμημένους Ἀχαιοὺς ἀνίστασθαι καὶ ὑφαιροῦντας ἤδη τὰ ἕρματα τῶν νεῶν καὶ τὴν θάλατταν ὑπερβοῶντας μὴ κατέσχον οἱ δύο οὗτοι ῥήτορες, τί πλέον τῶν τακτικῶν ἦν, τί δὲ ἀσπίδων καὶ δοράτων καὶ νεῶν πλήθους καὶ χρημάτων καὶ σκευῶν; ἀλλ᾽ ὡς ἀληθῶς ὅπερ οἱ σκευοφόροι τοῖς ὁπλίταις εἰσὶ, τοῦτ᾽ ἐφάνη τότε πᾶσα οὖσα παρασκευὴ πρὸς τὴν ἐπιστατοῦσαν ἅπασι τούτοις ῥητορικήν. κυβερνήτης δ᾽ αὖ προσλαβὼν μόριον ταύτης τῆς δυνάμεως, εἰδὼς καὶ φοβεῖν ἡνίκα καιρὸς καὶ πάλιν θαρρεῖν παρασκευάζειν, πόσῳ προφέρει πρὸς αὐτὰ τὰ τῆς κυβερνητικῆς πράγματα; οὐκοῦν ἰδίᾳ τε πανταχοῦ θαυμαστὴ καὶ οἷς ἂν προσγένηται ῥοπὴν τοσαύτην παρέχεται; φημὶ δ᾽ ἔγωγε καὶ κάλλος τε καὶ ῥητορικὴν συνελθόντα τῇ ῥητορικῇ κριθήσεσθαι, καὶ οὐδένα τὸν τοιοῦτον ἡδέως ὄψεσθαι μᾶλλον ἡδέως ἀκούσεσθαι λέγοντος. ἔοικε δὲ καὶ τοῦτο Ὅμηρος μαρτυρεῖν [p. 142]
οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσῆος ἀγασσάμεθ᾽ εἶδος ἰδόντες,
ὡς ἔφη, τὴν πυκνότητα τῶν νοημάτων καὶ τῶν ῥημάτων καὶ τῆς φωνῆς τὴν μεγαλοπρέπειαν, διοσημίᾳ παρεικάζων τὴν ῥητορείαν αὐτοῦ. μαρτυρεῖ δὲ καὶ ἐν οἷς ἀρτίως ἐλέγομεν
ἄλλος μὲν γάρ τ᾽ εἶδος ἀκιδνότερος πέλει ἀνὴρ,
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει:
οὐκ ἀργῶς οὐδ᾽ ἁπλῶς εἰπὼν τὸ στέφει, ἀλλ᾽ ἐνδεικνύμενος ὅτι οὐ μόνον τὰ ἐλαττώματα ἀναπληροῖ, ἀλλὰ καὶ προσέτι νικᾶν ποιεῖ, ἐπειδή γε καὶ στέφανος νίκης ἐστὶ σύμβολον. τὸν οὖν αἰσχρὸν καλῶς δυνάμενον λέγειν ὅτε τοῦ καλλίστου, λέγειν δὲ ἀδυνάτου, πρότερον τίθησι, τὸν ἅμα καλὸν καὶ ῥήτορα εἰκότως καὶ ἀκολούθως φησὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: