previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐγκέκληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρ᾽ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλ᾽ οὐδὲ καθ᾽ ἕνα οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν: δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δ᾽ οὐδ᾽ ἔσται: ἀλλ᾽ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι μεμερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε γιγνώσκειν χρὴ καλεῖν τὸ μηδ᾽ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δί᾽ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δ᾽ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δ᾽ οὐδέποτε πρὸ τοῦ. ποίαις οὖν ἐπιθυμίαις ῥήτωρ μέλλει δουλεύσειν, τὰ τίσι δοκοῦντα ἐρεῖν, τίνων στοχάσεσθαι, οἵ γ᾽ οὕτως ἀτόπως ἔχουσιν, ὥστ᾽ οὐδ᾽ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτ᾽ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστ᾽ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν [p. 61] γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυμίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δ᾽ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ῥήτωρ θεραπεύσει τὰς ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν πρὸς ἀηδίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγχωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δοκοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω. δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: