previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ γραφικὴν πλαστικὴν εἶναι διαφέρει, τοῦτ᾽ ἐστὶν τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν μεγίστῳ προέχει, τοῦτ᾽ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ μαντικὴ κινδυνεύει τοῦτ᾽ εἶναι μόνον εἰκάσαι: καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δ᾽ ἐπίστασθαι τοῦ μάντεως εἶναι: ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτ᾽ ἐπίστασθαι εἰκάσαι, πλέον δ᾽ οὐδ᾽ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν λόγοις, ἀλλ᾽ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι [p. 51]καλοῦσιν. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δ᾽ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματ᾽ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτοΖεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος,’ οἱ δ᾽ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷκαὶ τέλος αὐτὸς ἔχει.’ οἱ δ᾽ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον τι τῶν ἐκφανέντων, διηνεκὲς δ᾽ οὐδὲν ἔχουσι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: