previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλ᾽ ὅστις γ᾽ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτ᾽ ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθ᾽ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην: καὶ τοῦτ᾽ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλ᾽ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δ᾽ ἂν προεδρίας τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος [p. 55] περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν. ἔπειτα τίς κήρυξ πρεσβεία δεηθήσεσθαί ποτ᾽ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θεραπεύειν εἵλετο, πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττ᾽ ἂν δῆμος βούλοιτο, ταῦτα συμβούλεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλ᾽ ῥήτωρ ἐπεῖχεν ἕως ἂν δῆμος ἐπισημήνῃ. τίς δ᾽ ἂν ἰδίαν δημοσίαν δίκην φεύγων δι᾽ ὅτου νικήσει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτ᾽ ἐρεῖν ἔμελλεν ῥήτωρ καὶ μηδ᾽ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: