previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γὰρ ὑφ᾽ ἡμῶν γε ταῦτα παρεμβέβληταιἀλλὰ γὰρ, Καλλίκλεις, ἐκ τῶν αὐτῶν εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι: οὐδὲν μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι, καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ, Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι: ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι, ἐπεὶ καὶ ἐνθαδὶ καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ καὶ ἔσονται καλοὶ κἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἄν τις ἐπιτρέπῃ. εἷς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ [p. 116] εἰς τοὺς ἄλλους Ἕλληνας Ἀριστείδης Λυσιμάχου: οἱ δὲ πολλοὶ, ἄριστε, κακοὶ γίγνονται τῶν δυναστῶν.’ ἐνταῦθα τοσοῦτον αὖ περαιτέρω προβέβηκεν, ὅσον οὐ μόνον ὡς ἐγχωρεῖ γίγνεσθαι προσωμολόγηκεν, ἀλλὰ καὶ ἕνα γε αὐτὸς ὠνόμακε, γεγόνασι δὲ, φησὶ, καὶ ἕτεροι καὶ ἐνταῦθα καὶ ἄλλοθι. ἐγὼ τοίνυν ἀφαιρῶ τοῦτο τὸ καὶ ἕτεροι καὶ εἴ τις ἑτέρωθι: ὃν δὲ καὶ πάνυ ἐλλόγιμόν φησι γεγενῆσθαι καὶ οὐ μόνον εἰς τοὺς πολίτας, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους Ἕλληνας, τοῦτον τίθημι μόνον. ἔγκειται μὲν γάρ που ταῦτα μεταξὺ τοῦ μύθου οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν οὐδὲ φαύλως οὐδὲ ὡς ἐξέπεσεν, ἀλλ᾽ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ᾽ αὐτὸς δοκοῖ παρελθεῖν, ἀλλ᾽ ἐνείη. οὕτω μέσην τινὰ τάξιν εὗρε, καὶ ἅμα πρὸς τῇ τελευτῇ τοῦ λόγου τοῦ παντὸς θεὶς ἐν ἀρχῇ τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἔξειν οἶμαι χρῆσθαι. οὐ [p. 117] μὴν τούτου γε ἕνεκα καὶ ἡμᾶς παρήσειν, ἕως ἂν τοῦ γε αὐτοῦ καὶ περὶ τῶν αὐτῶν ὄντος τοῦ λόγου, προσθήσω δ᾽ ὅτι κἀν τοῖς αὐτοῖς τούτοις ἐνόντα φαίνηται. οὐκοῦν εἰ ὅτι μάλιστα ἕτερος μὲν ἐν τοῖς πᾶσι μήτ᾽ Ἀθήνησι μήτ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: