previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλ᾽ ὅτι καὶ αὐτὸς, ἀλλ᾽ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετ᾽ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλ᾽ ἐάν τινες καὶ ναυαγίας συμβάσης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. δὲ ῥήτωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον: ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κράτος τῷ ῥήτορι. καὶ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλ᾽ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ζῆν: δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ [p. 123] παράδειγμα, ὅταν δυοῖν ὄντοιν μὲν ἀμφοῖν σὺν τῷ δικαίῳ κύριος, δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰγίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον. ἀλλ᾽ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: