previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄριστος. εἰ τοίνυν τις καὶ τοιοῦτος ἐγγένοιτο οἷος ῥητορικὴν ἔχων εἰς μὲν δήμους ῥᾳδίως μὴ εἰσιέναι, μηδὲ περὶ πολιτείας ἀμφισβητεῖν ὁρῶν ἑτέρως ἔχοντα τὰ πράγματα, καὶ ταῦτα οὐκ ἐν ὑστάτοις ὢν δόξης ἕνεκα καὶ τιμῶν καὶ τῶν ἐπικαίρων φιλοτιμιῶν, αὐτὸς δὲ ἐφ᾽ ἑαυτοῦ τοῖς λόγοις χρῷτο, τὴν αὐτῶν φύσιν καὶ τὸ ἐν αὐτοῖς καλὸν τετιμηκὼς, καὶ θεὸν ἡγεμόνα καὶ προστάτην ἐπιγραψάμενος τοῦ τε βίου καὶ τῶν λόγων, οὐδὲ τούτῳ χαλεπὸν πρὸς Πλάτωνα ἀντειπεῖν, ἀλλ᾽ οὗτος ἂν καὶ πολὺ καλλίστων καὶ δικαιοτάτων εὐπορήσειε λόγων, ὅτι, θαυμάσιε, ἐγὼ ταύτην τὴν δύναμιν ἐξ ἀρχῆς ἐτίμησα καὶ περὶ πλείστου πάντων κερδῶν καὶ πραγμάτων ἐποιησάμην, οὐχ ἵνα τὸν δῆμον κολακεύω οὐδ᾽ ἵνα τῶν πολλῶν στοχάζωμαι οὐδὲ ἀργυρίου χάριν, ἀλλὰ καὶ ὅστις πρὸς τοῦτο ὁρᾷ καὶ τῶν διδόντων ἐστὶ, μισθωτὸν καλῶ τοῦτον, οὐ ῥήτορα, καὶ πολλοῖς ἑτέροις φημὶ λελοιπέναι τόπον ἀμφισβητεῖν εὐδαιμονίας, εἰ ταύτῃ σεμνύνεται, ἀλλ᾽ ὑπ᾽ αὐτῶν τῶν λόγων ἀχθεὶς καὶ νομίσας εἶναι πρέπον ἀνθρώπῳ κτῆμα λόγους καλοὺς, οὕτως ἐργάζομαι κατὰ δύναμιν τὴν ἐμαυτοῦ. τί οὖν μοι προφέρεις κολακείαν, ὃς τοσοῦτον ἀπέχω τοῦ κολακεύειν ὥστε οὐδ᾽ ὅπως ἐμὲ ἕτεροι κολακεύσουσι σκοπῶ; οὐδὲ εἰ μὴ θαυμασθήσομαι παρὰ τοῖς πολλοῖς, οὐδέν μοι διαφέρει, ἀλλ᾽ ὥσπερ φίλοινος οὐχ ἡγεῖται ζημίαν, εἰ μηδεὶς αὐτῷ πίνοντι συνείσεται, καὶ παιδεραστὴς καὶ φιλογύνης οὐ πρὸς τὴν ἑτέρων μαρτυρίαν τὴν ἐπιθυμίαν [p. 147] μετέρχονται, ἀλλὰ στέργουσιν ἂν ἔχωσιν οἷς χαίρουσιν, οὕτω καὶ ἐγὼ λόγοις συνὼν καὶ τούτοις ἀνθ᾽ ἑτέρων χρώμενος τέρπομαι τὴν πρέπουσαν ἴσως μᾶλλον ἐλευθέρῳ τέρψιν καὶ ἡδονήν: ὥστε μηδ᾽ ἂν τῶν γειτόνων μοι συνειδῇ μηδεὶς, οὐ τίθεμαι βλάβος. σὺ μὴν καὶ τὸν ἔχοντα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: