previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προορᾷ, ἐπειδὰν δημηγορῇ: τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ: τὰ δὲ διατηρεῖ καθ᾽ ὅσον δύναται: τὰ δὲ πραχθέντα ἐπανορθοῖ, ἐπειδὰν τοὺς ἀδικοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτ᾽ ἐστὶ πρὸς ῥητορικὴν, πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια; οὐ γὰρ ἔγωγε ταῦτ᾽ ἔπειθον, φήσειεν ἂν ῥητορική. οὐδ᾽ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτ᾽ ἄλλ᾽ οὐδ᾽ ὁτιοῦν ἂν διεπράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων, [p. 74] φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλ᾽ εὐθὺς ἂν εἰσήγαγον οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ: νῦν δ᾽ ἀπούσης ἐμοῦ μὲν ἠδίκει, οἱ δ᾽ ἠτύχησαν οἵ τε διαφθαρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστ᾽ εἰ μηδαμόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: