previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν: ὅτι δ᾽ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλ᾽ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλ᾽ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας τι εἴπῃ, κατ᾽ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσασθαι, μή που τοῦτ᾽ ἔγκλημα ποιουμένους, ἀλλ᾽ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκεψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τιν᾽ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλ᾽ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτ᾽ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δ᾽ [p. 5] αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις δι᾽ ἐκεῖνον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλ᾽ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: