previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδ᾽ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθ᾽ ἂν ὡς οὐ ῥᾴδιον, κἂν Νεῖλος, μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλ᾽ εἰ δυνατὸν μὴ καὶ φύσιν ἔστ᾽ ἔχον συμβῆναι, τοῦτ᾽ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα [p. 118] καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δ᾽ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθ᾽ ὡς γενομένου τούτου μήθ᾽ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδ᾽ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτ᾽ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δ᾽ ὑπ᾽ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτ᾽ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, Καλλίκλεις, — οὐκοῦν καὶ Πλάτωνἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: