previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δέ γε Ἀλκίνους αὐτὸς συνιστὰς αὐτὸν καὶ καλῶν εὐθὺς ἐν ἀρχῇ φησι
τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν,
τέρπειν ὅππη θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
ταυτί φησιν Ἀλκίνους αὐτὸς, φιλοτιμίαν εἶχε δήπουθεν, εἴ τι καὶ διδασκάλοις ἀνήλωσεν ὑπὲρ αὐτοῦ, καὶ ταῦτ᾽ ὄντι λαμπρῷ καὶ μεγαλοψύχῳ καὶ δόξης ἐραστῇ. ἀλλ᾽ ὅμως ἐγώ σοι, φησὶν, αὐτὸς λέγω καὶ διορίζομαι, τοῦτον οὐκ ἐδιδαξάμην. καὶ οὐχ μὲν Ἀλκίνους οὕτως τῶν Φαιάκων βασιλεὺς, δὲ τῶν Ἑλλήνων σοφώτατος οὐχ ὁμοίως περὶ τῶν αὐτῶν, ἀλλ᾽ ἔτι μᾶλλον ἀγασθεὶς τοῦ Δημοδόκου τῆς ἐπιδείξεως καὶ ὥσπερ ἐπίτηδες ζητῶν τι εἴποι μέγιστον, Δημόδοκε, φησὶν, [p. 28]
ἔξοχα δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων:
σέ γε Μοῦσ᾽ ἐδίδαξε Διὸς παῖς, σέ γ᾽ Ἀπόλλων
ὡς τοῦ πράγματος κρείττονος τέχνῃ λαβεῖν.

λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις. οὐδὲ τοῦτο πάρεργον, οὐδ᾽ εἰκῆ προσθεὶς, οὐδ᾽ ἐφόλκιον ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλ᾽ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης, ἀλλ᾽ ἐπιπνοίᾳ θεῶν παραγίγνεται. κομψὸν μὲν γάρ τι, φαυλότερον δὲ τέχνη πολλῷ: πάλιν δ᾽ ὥσπερ ἐπισφραγιζόμενος τὴν μαρτυρίαν, προβαλὼν αὐτῷ τὸν τοῦ ἵππου κόσμον ἀεῖσαι, τοσοῦτον ὑπισχνεῖται,

αἴ κεν δή μοι ταῦταφησὶκατὰ μοῖραν καταλέξῃς,
αὐτίκα καὶ πᾶσιν μυθήσομαι ἀνθρώποισιν
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
ὡς οὐκ ἔχων τί τούτου μεῖζον ὑπόσχοιτο αὐτῷ. οὕτω τοίνυν ποιητὴς πεπεικὼς αὑτὸν ἐποίει περὶ τούτων, ὥστε ὥσπερ δεδοικὼς μή τις αὐτὸν περὶ Δημοδόκου μόνου λέγειν ταῦτα δόξειεν, ἀπὸ τοῦ κοινοῦ τῶν ἀοιδῶν ἐποίησεν ἀρχόμενον τὸν Ὀδυσσέα καὶ λέγονθ᾽ οὕτω
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ᾽ ἄρα σφᾶς
οἴμας Μοῦσ᾽ ἐδίδαξε: φίλησε δὲ φῦλον ἀοιδῶν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: