previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον [p. 26] εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρ᾽ αὑτοῦ βεβαιοῖ. μάθοι δ᾽ ἄν τις καὶ παρ᾽ αὐτοῦ τοῦ πράγματος συμβαίνοντα τῷ Σωκράτους λόγῳ καὶ βίῳ τὰ ἀπὸ τῆς μαντείας. τὸν γὰρ ζῶντα ὑπὸ θεῷ καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἠμεληκότα πῶς οὐκ εὔλογον ἐκ προχείρου παρὰ θεῷ κριτῇ σοφώτατον ἀνθρώπων ἀνῃρῆσθαι; μὲν οὖν παρὰ τοῦ Πλάτωνος ἡμῖν μαρτυρία τοσαύτη, δι᾽ αὐτοῦ καὶ διὰ τῶν ἑταίρων ἀμφοτέρων τελευτῶσα εἰς τὸν θεὸν τὸν ἐν Δελφοῖς, ὃς ἐπιψηφίζει Πλάτωνι μικρῷ πρόσθεν ἔφην Αἰσχίνην. εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον τὰς ἁπάντων τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δ᾽ ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν ῥᾳθυμία παραλιπεῖν. κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι λόγῳ τῆς τέχνης. ἀλλ᾽ οὐ ταύτης δέομαι τὰ νῦν, ἔστι γὰρ ἐν τοῖς εἰρημένοις, ἀλλὰ τῆς κατὰ ῥῆμα. τοῦτο μὲν τοίνυν πρεσβύτατος αὐτῶν καὶ πᾶσι συνηθέστατος Πάνδαρον μὲν τὸν Ζελείτην ἐπαινῶν εἰς τὴν τοξικὴνὧι καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκελέγει. τὸν δὲ τῶν [p. 27]Φαιάκων βασιλέα ποιήσας εἰς ὑπερβολὴν φιλάνθρωπον καὶ θεοφιλῆ τῷ ῥήματι τούτῳ τετίμηκεν
Ἀλκίνοος δὲ τότ᾽ ἦρχε θεῶν ἄπο μήδεα εἰδώς.
μή μου πύθῃ, φησὶ, ποίαν τέχνην ἐκέκτητο, τίς διδάσκαλος αὐτοῦ: θεῶν γὰρ ἄπο μήδεα ᾔδει. τὸν δ᾽ αὖ Δημόδοκον ὡσαύτως τὸν κιθαρῳδὸν ἐπαινῶν ὡς ἄκρον τὴν μουσικὴν οὕτως ποιεῖ
τὸν πέρι Μοῦσ᾽ ἐφίλησε, δίδου δ᾽ ἀγαθόν τε κακόν τε:
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾽ ἡδεῖαν ἀοιδήν:
καὶ πάλιν
Μοῦσ᾽ ἄρ᾽ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: