previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μαρτυρεῖ. χωρὶς δὲ τῆς μαρτυρίας καὶ τοῦ Σωκράτους εἰς [p. 67] αὐτό τις ἂν σκοπῶν ἴδοι. λέγουσι γάρ πως καὶ τί δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ καὶ καθ᾽ ἕνα καὶ κοινῇ, καὶ πολιτεύονται διηνεκῶς ἐν ταῖς πόλεσιν. οὐκοῦν ταῦθ᾽ ἐν ταῖς δημηγορίαις τῶν ῥητόρων ἐστὶ, ταῦθ᾽ οἱ νόμοι λέγουσι, πλὴν ὅσον οὐ διαλείπουσιν οἵ γε νόμοι λέγοντες, ἀλλὰ δι᾽ αἰῶνος ῥητορεύουσιν, ἅτ᾽ οἶμαι γεγραμμένοι. ὅτε τοίνυν ῥητορικῆς οἱ περὶ τούτων λόγοι, ῥητορικῆς μέρος οἱ νόμοι. καὶ γὰρ τὸ γεγράφθαι γιγνόμενον μέρος τοῖς λόγοις ἐστὶν, εἴ γε οἱ μὲν ἀπὸ στόματος αὐτῶν λέγονται, οἱ δὲ γράφονται. καὶ μὴν τά γε ψηφίσματα οἱ ῥήτορες δή που συγγράφουσιν. οὐκοῦν ὅτε τὰ ψηφίσματα τῆς αὐτῆς φύσεώς ἐστι τοῖς νόμοις καὶ τῶν αὐτῶν πολιτειῶν, ἀμφότερά γ᾽ ἐστὶ τῶν ῥητόρων, ὥσθ᾽ οἵ γε νόμοι μέρος τῆς ῥητορικῆς.

φέρε δὴ σκεψώμεθα καὶ περὶ τῆς δικαστικῆς τοῦ χάριν αὐτῆς ἐδεήθημεν καὶ τί ποθ᾽ ἡμῖν βούλεται. τοῦτο καὶ ῥᾷστον ἁπάντων ἰδεῖν, ὅτι τοῖς νόμοις ἐπικουρεῖ: τοὺς γὰρ παραβαίνοντας προστάττουσιν ἐκεῖνοι, τούτους ἀναζητεῖ καὶ τιμωρεῖται: καὶ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ἁπλῶς, ἀλλὰ κἀνταῦθα ἀκολουθεῖ τοῖς νόμοις. ὡς γὰρ ἐκεῖνοι κελεύουσιν, οὕτω κολάζει. εἶεν. τίνος οὖν δεῖ τῇ δικαστικῇ πρὸς ταῦτα; πόθεν εὑρήσει τὸ δίκαιον παρὰ τῆς ῥητορικῆς; μὲν γὰρ ἐλέγχει τὰ γιγνόμενα, δ᾽ ἐπὶ τοῖς ἐλέγχοις ψηφίζεται. φαίνεται τοίνυν κἀνταῦθα [p. 68]ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας συνέχει μόνη βεβαίως. βουλομένη γὰρ δικαστικὴ, καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταυτὸν ἔπαθεν αὐτῇ τῇ νομοθετικῇ. ἐκείνῃ τε γὰρ ῥητορικῆς πρότερον ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους, τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις αὐτὴ πρότερον προσεδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. ἔδει γὰρ αὐτὴν δυνηθῆναι βοηθῆσαι: τοῦτο δὲ οὐκ ἦν ἄνευ ῥητορικῆς. τοσούτῳ δὴ σεμνότερον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: