previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παρ᾽ αὐτὰ τιμωρήσασθαι, τοῖς δ᾽ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες. εὑρέθη τοίνυν ἐκ τούτων ῥητορικὴ καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ, μηδὲ τοῖς ὅπλοις, μηδὲ τῷ προλαβεῖν, μηδὲ πλήθει καὶ μεγέθει, μηδ᾽ ἄλλῳ τῶν ἀνίσων μηδενὶ κρίνοιτο τὰ πράγματα, ἀλλ᾽ λόγος τὸ δίκαιον ἐφ᾽ ἡσυχίας διαιροῖ. ἀρχὴ μὲν οὖν αὕτη καὶ φύσις ῥητορικῆς καὶ βούλημα τοῦτο σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι. εὑρεθεῖσα δὲ ὑπὲρ τοιούτων καὶ τηλικούτων μόνη βιωτὸν ἡμῖν πεποίηκε τὸν βίον, τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων εἰς ὁμόνοιαν τὸ καθ᾽ αὑτὴν ἄγουσα καὶ τὸ διδάξαι καὶ μαθεῖν ἅπασιν ἀεὶ καθιστᾶσα καλὸν, τὴν δὲ ἀλογίαν καὶ τοὺς θορύβους πανταχοῦ φεύγειν τε καὶ μισεῖν πρώτη διδάξασα.

σκεψώμεθα δὴ καὶ τοὺς νόμους τί ποτ᾽ ἐστὶ τὸ ποιῆσαν, κἂν ἄλλην τις εὕρῃ νόμων ἀρχὴν, ἀλλ᾽ οὐχὶ τὴν αὐτὴν ἥνπερ καὶ ῥητορικῆς, λῆρον τοῦτο εἶναι λέγων, [p. 65] νικάτω. ἀλλὰ μὴν τοῦτό γε πάντες ἂν εἴποιεν, ὡς οὐδὲ πρὸς ἓν τῶν πάντων ἐδέησε νόμων ἡμῖν, τὸ μηδὲν ὑπ᾽ ἀλλήλων πάσχειν δυσχερὲς, μηδὲ τοὺς φαύλους καὶ θρασεῖς τῶν χρηστῶν κρατεῖν, ἀλλὰ τοὺς χρηστοὺς τῶν φαύλων περιεῖναι μετὰ τοῦ δικαίου. ταυτὶ δύ᾽ ἔστιν ὡς εἰπεῖν τῶν νόμων κεφάλαια, τιμωρία τῶν ἀδικούντων καὶ τιμὴ τῶν ἐπιεικῶν. εἰ γὰρ ἕκαστοι τῆς ἀξίας τυγχάνοιεν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον σωθείη τὸ δίκαιον οὐδ᾽ ὅπως ἂν ἀσφαλέστερον τὸ κοινὸν τῶν ἀνθρώπων σώζοιτο. οὐκοῦν ταῦτα ἐνόντα ἐν τῇ τῆς ῥητορικῆς φύσει φαίνεται. οἷς μὲν γὰρ ἤρκει σιγῇ πλεονεκτεῖν, οὐκ ἔμελλον δή που δεήσεσθαι λόγου, οὔθ᾽ ὥστε εἰπόντες αὐτοὶ νικῆσαι, ἑτέρωθι γὰρ ἦσαν ἰσχυροὶ, οὔθ᾽ ὥστε ἑτέρων ἀκούειν, αὐτὸ γὰρ τοῦτ᾽ ἦν αὐτοῖς τὸ βούλημα ἀκούειν μηδενός. οἷς δ᾽ οὐκ ἦν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: