previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στέρξει τοῖς λεγομένοις; οὐ γὰρ δή που τῆς γε γυναικὸς ἀκοῦσαι περιμένων, εἶτ᾽ ἐρεῖ πρὸς τὴν γυναῖκα αὐτὸς τί δεῖ ποιεῖν: οὐδ᾽ ὡς ἐκέλευεν Ἡσίοδος, ἵνα ἤθεα κεδνὰ διδάξῃ, τοῖς ἐκείνης λόγοις ἀκολουθῶν. ἀλλ᾽ εἴπερ διδάξει, προστάξει: εἰ δὲ προστάξει, τῆς ἑαυτοῦ φύσεως ἐγγύτατα ἄξει τὴν γυναῖκα, ὡς ἀμείνων χείρονα. ὅσῳ τοίνυν θεὸς μὲν ἀνθρώπου, ἄρχων δ᾽ ἰδιώτου, δεσπότης δ᾽ οἰκέτου, γυναικὸς δ᾽ ἀνὴρ κρείττων καὶ τελεώτερος, τοσούτῳ κρεῖττον καὶ ἱκανώτερον φύσις τέχνη, κομιδῆ πάντ᾽ ἄνω καὶ κάτω γένοιτ᾽ ἄν. ἔτι τοίνυν κἂν ἀπὸ τῶν ἐναντίων τις αὐτὸ λόγων ἴδοι. εἰ μὲν γὰρ ἅπαντας τοὺς ἐπὶ τῶν τεχνῶν ὡμολογεῖτο εἶναι σπουδαίους, πᾶσαν πάντως τέχνην ἀγαθὸν, τάχ᾽ ἄν τις ὥσπερ ἔλεγχον εἶναι ταῦτα ᾠήθη. νῦν δὲ τίς οὐκ οἶδε πολλοῖς ὄνειδος τὴν τέχνην οὖσαν; οἷον τοὺς σκυτοδέψας καὶ σκυτοτόμους καὶ γναφεῖς καὶ νευρορράφους τίς ἂν εὐδαιμονίσειε τῆς τέχνης; καὶ μὴν οὐκ ἐμὸς μῦθος, ἔφη Πλάτων, τὸ τοῦ Εὐριπίδου προσπαίζων, ἀλλ᾽ ὑμέτερος, Πλάτων, καὶ τοῦ σοῦ νὴ Δί᾽ ἐργαστηρίου, καὶ τὰς τέχνας ταύτας βαναύσους καὶ τοὺς [p. 42] ἐπ᾽ αὐτῶν ἀνδραποδώδεις εἶναι. οὐκοῦν ἄτοπον καὶ περιφανὴς συκοφαντία τοῖς μὲν ἃς εἶπον τέχνας εἰδόσι καὶ τοῖς ἄλλας μυρίας μηδενὸς ἀξιοῦν μετεῖναι χρηστοῦ παρὰ τὴν τέχνην, εἰ δέ τις μὴ τέχνῃ τι μετέρχεται, διὰ τοῦτ᾽ αὐτὸν ψέγειν ὡς ἑνὸς τῶν βεβαίως καλῶν στερόμενον, καὶ τοὺς αὐτοὺς ὑμᾶς ἅμα μὲν μηδένα ποιεῖσθαι τῆς τέχνης λόγον, ἀλλὰ καὶ προφέρειν αὐτὸ τοῖς πολλοῖς, ἅμα δὲ ὡς καθαρῶς ἀγαθὸν τὸ αὐτὸ τοῦτο σεμνύνειν, τι ἂν μὴ τέχνῃ γίγνηται κακίζοντας. καὶ μὴν ἑλοῦ γε δυοῖν θάτερον, εἴποι δικαίως ἂν ῥητορικὴ, καὶ τοὺς χειροτέχνας ὡς καλοὺς κἀγαθοὺς τιμᾶν, τούς γε ῥήτορας μὴ ψέγειν,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: