previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄμεινον εἰπεῖν καὶ πότ᾽ ἐᾶσαι, ὥσπερ καὶ ὅστις οἶδε πότε πλεῖν καιρὸς, οὐκ ἀγνοεῖ καὶ πόθ᾽ ὁρμεῖν: ὅστις δὲ λόγου καὶ σιωπῆς καιρὸν ἐπίσταται, κατ᾽ οὐδέτερον τούτων ἁμαρτήσεται. δὲ μήτε λέγων μήτε σιωπῶν οὐδέποτε ἐκ τῶν εἰκότων κατὰ γοῦν τὴν τέχνην. οὐκ ἄρα τοῦ φιλοσόφου μᾶλλον τοῦ ῥήτορος εἰδέναι πότε χρὴ σιωπᾶν. καὶ μὴν ὅστις γε προσήκει λέγειν οἶδεν οἶδεν πράττειν [p. 130] προσήκει. οὐδεὶς γάρ ἐστιν ὅστις προσήκει πράττειν εἰπεῖν εἰδὼς προσήκει πράττειν ἀγνοεῖ, οὐδὲ ὅστις ἀγνοῶν προσήκει πράττειν εἰπεῖν ἔχει. καὶ μὴν γε εἰδὼς ἑτέρῳ τί πρακτέον οἶδε καὶ τί αὑτῷ δή που, ὥσπερ γε καὶ ὅστις διψῶντα ἕτερον παύειν ἑαυτὸν οὐκ ἀγνοεῖ. αὐτὸς ἄρα ἐκ τοῦ λόγου φαίνεται λέγειν τε δεῖ καὶ πράττειν δυνάμενος καὶ αὐτὸς περὶ ἀμφοτέρων κατὰ τὸ εἰκὸς ἁμαρτών.

ταῦτ᾽ ἄρα καὶ οἱ παλαιοὶ συνῆπτον τὰς δυνάμεις καὶ οὐ διέκρινον. ἀλλ᾽ Ὅμηρος μὲν ἔφη τὸν Φοίνικα ὑπὸ τοῦ Πηλέως πεμφθῆναι τῷ Ἀχιλλεῖ

μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτηρά τε ἔργων,
ὡς τὸν αὐτὸν εἰδότα τε δεῖ λέγειν καὶ πράττειν ἄμεινον. καὶ πρό γε τούτου πρότερον αὐτὸς συνῆψεν εἰπὼν
οὔπω εἰδόθ᾽ ὁμοιίου πολέμοιο,
οὐδ᾽ ἀγορέων, ἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσιν,
τὸ μὲν πρακτικὸν ἐξ ἑνὸς εἴδους τοῦ κατὰ τὸν πόλεμον ἐμφανίζων, τὸ δ᾽ αὖ λογικὸν ἐκ τοῦ κατὰ τὰς ἀγορὰς, μνησθεὶς δὲ ὅμως ἀμφοτέρων τὸἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσιταῖς ἀγοραῖς προσέθηκεν, οὐ τῷ πολέμῳ, ὡς ἀμείνω τὸν ῥήτορα ὄντα ὅταν λέγῃ περὶ τῶν πρακτέων, ὅταν αὐτὸς πράττῃ τὴν πρᾶξιν. εἰκότως. ὅσῳ γὰρ βέλτιον ἄρχειν διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον πράττειν. μὲν γὰρ οἶμαι πολλοῖς σύμβουλος γίγνεται, δὲ ἀνθ᾽ ἑνὸς ἄλλου τινὸς γίγνεται. ὥσπερ οὖν [p. 131] τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταῦτα τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: