previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προδότας ἔδει τιμᾶν, ὅτι τοὺς οἰκείους καὶ τὴν χώραν καὶ τὰ ἱερὰ καὶ πάντα τὰ ὄντα ὅπως ὑπὸ τοῖς πολεμίοις ἔσται παρασκευάζουσιν, ἵν᾽ ἐκεῖνοι τὰ μέγιστα ἀδικήσαντες τοῖς μεγίστοις ἐνέχωνται κακοῖς; εἰπὲ πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων ἡμᾶς νομίζειν; εἶεν, γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης χωρὶς αὖ τοσούτους τὸ πλῆθος, οἳ τοῖς τ᾽ εὖ βεβιωκόσι τιμὰς ὁρίζουσι καὶ τοὺς ὁτιοῦν ἀδικοῦντας δεῖ πάσχειν λέγουσι: καὶ ῥητορεύεις καθ᾽ ἕκαστον αὐτῶν σπουδῇ καὶ τιμᾷς τὰ προοίμια, καὶ παραδείγματα διττὰ ὥσπερ οἱ πλάσται προτίθης, τῶν λόγων καταφρονῶν. εἰ γὰρ, τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν ταῦτα πραγματεύει καὶ σκοπεῖς ὅπως μηδεὶς ἀδικήσεται; οὐκοῦν ταῦτα πάντα τοσαῦτα τὸ πλῆθος ὄντα ἡμαρτῆσθαι δεῖ τούτου ἑνὸς ὀρθῶς ἔχοντος αὐτῶν, τάδ᾽ ἐκείνοις ἐξελήλεγκται. καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ [p. 87]Πλάτωνι πρόσεστιν: δ᾽ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις, ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν. ἐκείνων μὲν οὖν ὀρθῶς ἔχειν συγχωρουμένων καὶ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή: ταῦτα δ᾽ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, ὡς οὗτος ἀλλαχοῦ. οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξούμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: