previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτ᾽ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτ᾽ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός. πολλοὶ δ᾽ ἔμοιγε καὶ ἄλλοι κοινωνοί τε καὶ μάρτυρές εἰσι τῶν λόγων, οὐ μόνον τῶν Ἑλλήνων, ἀλλὰ καὶ βαρβάρων, αἵ τ᾽ ἐν Ἀσκληπιοῦ τῶν ἀεὶ διατριβόντων ἀγέλαι καὶ ὅσοι τῷ κατ᾽ Αἴγυπτον θεῷ συνεγένοντο. καίτοι τέχνης μὲν ἡμῶν οὐδ᾽ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστίν: ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν οὔθ᾽ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τοῦ θεοῦ τύχην ἑλομένων. ἀλλὰ καὶ ὀνείρασι χρώμεθα οὐ προειδότες, οἶμαι, τῆς ἑσπέρας τι μέλλομεν ὄψεσθαι, καὶ τί χρὴ ποιήσαντας σωθῆναι γιγνώσκομεν, ἀγνοοῦντες μέχρι ἐκείνου τοῦ μέρους τῆς ὥρας, ἐν παρὰ τῶν θεῶν ἧκε τἀγαθὸν, καὶ πάλιν γὰρ ὥσπερ ἐπᾴδων ἐν μέλει ταυτὸν ἐρῶ, τέχνης οὐδ᾽ ὁτιοῦν ἐπαΐοντες οὐ μόνον περὶ τῶν ἡμῖν αὐτοῖς συμφερόντων, ἀλλὰ καὶ περὶ τῶν ἑτέροις ἔχομεν εἰπεῖν πολλάκις, ἂν δοκῇ τῷ θεῷ, ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούωσι [p. 23] πολλὰ τῶν ἔργων. πότερ᾽ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τἀνθρώπεια, τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ δι᾽ ὀνειράτων ἀνθρώπους σώζεσθαι; ἐγὼ μὲν οἶμαι τοῦτο. τί οὖν, μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, ἔφη Κρατῖνος, ποιῶν ἔσθ᾽ τι κωλύει καὶ ὕπαρ γιγνώσκειν τὰ βέλτιστα ἄνευ τέχνης καὶ συμβουλεύειν ἑτέροις ἔχειν, εἴπερ γε καὶ τὰ ὀνείρατα ποιεῖ καὶ ἑτέροις ἔχειν συμβουλεύειν; σωθῆναι μὲν ἔστιν ἄνευ τέχνης καὶ ἕτερον σῶσαι δι᾽ ὧν τις οὐκ οἶδε, συμβουλεῦσαι δ᾽ οὐκ ἔστιν ἄνευ τέχνης οὐδὲν, οὔτ᾽ ἀπὸ τῆς αὐτοῦ τύχης οὔτ᾽ ἀπὸ τῆς θείας οὔτε, τὸ τοῦ Δημοσθένους, τῆς τῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: