previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐτοῦ δεῖ τοῦ ποῦ ποθ᾽ σκοπὸς στοχάσασθαι, καὶ τότ᾽ ἦν παρὰ τῶν ὀφθαλμῶν, τοῦτ᾽ εἰκάσαι τῷ λογισμῷ: ἔπειτα φανέντος αὖθις στοχάζεσθαι πρὸς τὸ ὁρώμενον. φέρε γὰρ τὸν Ὀδυσσέα παρὰ τῆς Καλυψοῦς ἀκηκοότα πλεῖν ὅτι χρὴ τηρεῖν τὴν ἄρκτον ἐπ᾽ ἀριστερὰ χειρὸς ἔχοντα. οὔκουν τὰ καθ᾽ ἕκαστα καὶ δι᾽ ὧν εἶσιν ναῦς αὐτὸν ἤδη δεῖ συλλογίζεσθαι: πολλὰ γὰρ ἂν πελάγη περάσαις καὶ πολλοὺς ἂν εἰς τόπους καὶ λιμένας κατάραις ἐπ᾽ ἀριστερὰ τὴν ἄρκτον ποιησάμενος, ὡς δ᾽ αὖ καὶ ἐπὶ δεξί᾽, [p. 46] ὥστε Φάρου τυχεῖν, οὐδὲ πορθμοῦ διὰ βιβλίου: ἀλλ᾽ ἀνάγκη τὰ ἐπὶ μέρους στοχάζεσθαι. φέρε γὰρ, τί μαθόντες νῦν μὲν εἴσω τοὺς οἴακας ἄγουσι, πάλιν δὲ εἰς τί ἔξω τῆς αὐτῆς ἡμέρας; οὐχὶ τοῦ ὁρωμένου στοχαζόμενοι, τοῦ μέλλοντος ὀφθήσεσθαι; τοῦ δὲ χάριν παρὰ τῶν ἐντυχόντων ποῦ θαλάττης εἰσὶν πρὸς τίνι γῇ πολλάκις πυνθάνονται; οὐχ οἵ γε ἀκριβεῖς, ἐρεῖς. τίς δ᾽ ἀνθρώπων ἀκριβὴς διαρκής; οὐκοῦν οὐδὲ τεχνίτης οὐδεὶς τῷ λόγῳ τούτῳ. εἰ δὲ τοῦθ᾽ οὕτως ἔχει, τί δεινὸν, εἰ μηδὲ ῥήτωρ τεχνίτης διαρκὴς μηδείς; καὶ μὴν εἰ μὲν τὸ κυβερνᾶν τέχνη, κἂν ἐπὶ τοῦ κεκλημένου κυβερνήτου μὴ σώζηται, τί κωλύει καὶ ῥητορικὴν τέχνην εἶναι, κἂν παρὰ τοῖς ῥήτορσιν εἶναι φάσκουσι μὴ σώζηται; εἰ δὲ δὴ καὶ περὶ τούτων διαλέγει τῶν κυβερνητῶν ὧν τις πυνθάνεται παρ᾽ ἑτέρου τι καὶ ζητεῖ, οὐ γὰρ περί γε τοῦ Ποσειδῶνος, οὐδὲ τῶν Νηρηίδων, οὐδὲ τῶν Διοσκούρων, ὅμως δ᾽ αὐτοῖς ἀποδίδως εἶναι κυβερνήταις, ὡς ἄνθρωπος ἀνθρώποις, καὶ τέχνην ἔχειν τὴν κυβερνητικὴν, τούτοις ἅπασίν ἐστι τὸ στοχάζεσθαι, οἴ γε καὶ πρὶν ἀπαίρειν εὐθὺς κάθηνται στοχαζόμενοι περὶ τῶν πνευμάτων: οὐ γὰρ παρὰ τοῦ γε Διὸς ἤκουσαν ἐπὶ τῆς Ἴδης τοῦ Γαργάρου, ἀλλ᾽ οἶμαι ἐξ ἀρχῆς εἰς τέλος στοχάζονται ἀνέμων λιμένων εἰ [p. 47]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: