previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσονται φυλακὴν ἔχοι καὶ σώζοι καὶ τούτους καὶ ἑαυτὸν, καὶ νὴ Δία γε, εἰ τοῦτ᾽ αὐτὸ τύραννον ἔσεσθαι μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τ᾽ εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν ἅπασι βεβαιῶσαι, ἔπειτ᾽ οὐδὲν σπουδαῖον τοῦτ᾽ εἶναι φήσομεν, οὐδ᾽ ἐπαινεῖν ἐχρῆν τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην εἰπεῖν δεῖ, ὅτι νὴ Δί᾽ ἓν μέγα τοῦτ᾽ ἦν κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν; ἆρά γε καὶ μειζόνως τις ἀμύνεται τὸν ἐχθρὸν ἐῶν ἀδικεῖν, καὶ σκοπούμενος ἐξ ὅτου τρόπου μηδ᾽ ἄλλος δίκην παρ᾽ αὐτοῦ λήψεται; καὶ μὴν ἄχρι μὲν τούτων τῶν λόγων αἰνίγματ᾽ ἂν εἴποι τις ταῦτ᾽ εἶναι, ἐπηγμένων δὲ τούτων [καὶ ὑπὸ τοῦ Πλάτωνος] καὶ ἐξεληλέγχθαι καὶ λελύσθαι γ᾽, οὐ τὸν εἰωθότα καὶ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις αἰνίγμασι δῆλα ἐξ ἀδήλων γεγονότα, ἀλλ᾽ ὡς ἀληθῶς δῆλα οὗ τὸ σαθρὸν ἦν αὐτῶν. [p. 90]

φέρε δὴ καὶ ταῦτα σκεψώμεθα. οἶμαι γὰρ ἡμῖν ὥσπερ ἀπόντος ἐκμαρτυρίαν εἶναι. ἔστι δ᾽ ἐκ τῆς μακρᾶς ἐπιστολῆς. ‘ταύτῃ μὲν τῇ διανοίᾳ τε καὶ τόλμῃ ἀπῆρα οἴκοθεν, οὐχ τινὲς ἐδόξαζον, ἀλλ᾽ αἰσχυνόμενος μὲν ἐμαυτὸν τὸ μέγιστον μὴ δόξαιμί ποτε ἐμαυτῷ παντάπασι λόγος μόνον ἀτεχνῶς εἶναί τις, ἔργου δὲ οὐδενὸς ἄν ποτε ἑκὼν ἀνθάψασθαι, κινδυνεύειν δὲ προδοῦναι πρῶτον μὲν τὴν Δίωνος ξενίαν τε καὶ ἑταιρίαν ἐν κινδύνοις ὄντως γεγονότος οὐ μικροῖς, εἴτ᾽ οὖν πάθοι τι εἴτ᾽ ἐκπεσὼν ὑπὸ Διονυσίου καὶ τῶν ἄλλων ἐχθρῶν ἔλθοι πρὸς ἡμᾶς φεύγων καὶ ἀνέροιτο εἰπὼν, Πλάτων, ἥκω σοι φυγὰς οὐχ ὁπλιτῶν δεόμενος οὐδὲ ἱππέων ἐνδεὴς γενόμενος ἀμύνεσθαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: