previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διαλεκτικὴ διττὴ καὶ οὐχὶ μία ἐστὶν ἁπλῶς, ἀλλ᾽ μὲν οἵα παρακρούεσθαι καὶ ἐξαπατᾶν καὶ χρόνους τρίβειν καὶ εἰς ὑγιὲς οὐδὲν πάντη τὴν γλῶτταν ἄγουσα, ψυχρά τις καὶ ἀγεννὴς καὶ κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀνελεύθερος, δὲ οἵα χαρίεντας παρέχεσθαι καὶ δεξιούς; καὶ δὴ καὶ φαίη τις ἂν εἴτ᾽ οὖν ὀρθῶς εἴτε μὴ ὅτι καὶ μέρος εἶναι κινδυνεύει τῆς ῥητορικῆς διαλεκτικὴ, ὥσπερ τὰ ἐρωτήματα τοῦ λόγου παντός. ἀλλ᾽ ἔστω ταῦτα χωρίς. δ᾽ οὖν αὐτὸς λόγος καὶ περὶ πάσης φιλοσοφίας, καὶ περί γε τῶν τῆς ἀρετῆς μερῶν, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν τὰ βέλτιστα συνίεμεν, τὴν δ᾽ ἑτέραν κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικὴν, τὴν δὲ νωθρῶν τε καὶ ὑπτίων, ἔτι δ᾽ αὖ δικαιοσύνην ὀρθὴν καὶ ἑτέραν ταπεινὴν, καὶ διπλῆν ἀνδρείαν, τὴν μὲν σὺν νῷ καὶ φρεσὶ, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. ἀλλ᾽ οἶμαι πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης, οὐδέτερον δέ γε οὔτε καλὸν οὔτε προσῆκον, οὔτε τὰς κακίας ὑποκορίζεσθαι τῷ τῆς ἀρετῆς ὀνόματι οὔτε τὰς ἀρετὰς [p. 152] φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατιθέντα. οὕτω τοίνυν καὶ ῥητορικὴν κατὰ τοὺς ὀρθῶς μεταχειριζομένους καὶ τῷ ὄντι τυγχάνοντας αὐτῆς, ἀλλ᾽ οὐ κατὰ τοὺς πρόσχημα ποιησαμένους τῆς ἑαυτῶν πλεονεξίας φαυλότητος ἐξετάζειν εἰκὸς, κατ᾽ αὐτόν γε τὸν τοῦ πράγματος λόγον, εἰ καὶ μηδεὶς τετύχηκε, καὶ διαιρεῖν συκοφαντίαν καὶ κολακείαν ἀπὸ τῆς ῥητορικῆς, ὥσπερ δὴ καὶ μαγγανείαν καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: