previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνταλκίδου


Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, ‘εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονταιεἶπεναὐτοὶ οἱ θεοί.’


πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους; Ἀθηναῖονμόνοι γοῦνεἶπενἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ᾽ ὑμῶν κακόν. ’


ἑτέρου δ᾽ Ἀθηναίου: πρὸς αὐτὸν εἰπόντοςἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς: [p. 126] ἐδιώξαμεν’, ‘ἡμεῖς δέἔφηοὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.’


ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, ‘εἰ ἣδιστα μένἔφηαὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.’


σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ‘τίς γὰρ αὐτόνἔφηψέγει;


πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίωνἀπέχειςεἶπετὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδ᾽ ἐπισταμένους μάχεσθαι διδάξας.’ ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπ᾽ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.


τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.


πρὸς δὲ τὸν ἐπιζητοῦντα τι 1 ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, ‘διότιεἶπεπλησίον τοῖς πολεμίοις μαχόμεθα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: