previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρχιδάμου τοῦ Ζευξιδάμου


Ἀρχίδαμος Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς: Σπάρτης, ‘οἱ νόμοι καὶ τὰ ἀρχεῖαἔφηκατὰ τοὺς νόμους.’


πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ λῷστεἔφηποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;’


ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπενοὗτος ἀγαθὸς ψάλτης ἐστίν’, ‘παρ᾽ ἡμῖν δέ γε οὗτοςἔφηἀγαθὸς ζωμοποιός,’ ὡς οὐδὲν διαφέρον δι᾽ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς δι᾽ ὄψων καὶ ζωμοῦ σκευασίας.


ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, ‘πρὸς τί;’ ἔφηκαὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα.’


ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ [p. 129] στρατεύματος εἶδεν ἐκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας: εἶπεν οὖν πρός τοὺς συστρατιώτας, ‘εὐάλωτοι ἡμῖν 1 οἱ πολέμιοί εἰσι.’


δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς: κριθεῖσιν αὐτούς: ὀμοσάντων δὲ ἐκείνωνκρίνω τοίνυνἔφημὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.’


ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπώνφοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.’


θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις τῇ δυνάμει πρόσθεςἔφη τοῦ φρονήματος ὕφες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: