Θεμιστείου
Θεμιστέας 1 προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ , μάντις ὤν: ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς: τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δ᾽ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλ᾽ εἶπε ‘μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.’