previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἁγησιλάου τοῦ μεγάλου


Ἀγησίλαος μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, ‘εἰ μὲν πολὺς οἶνόςἔφη 1ἐστὶ παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ: εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι.’


κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, ‘ὡς σφόδρα πονηρόςεἶπενἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος.’


ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, ‘οὐδὲ σκυτοτόμον[p. 101] ἔφησενεἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι.’


φαμένου δὲ τινός ποτε πρὸς αὐτὸνὡμολόγηκας,’ καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ‘ναὶ δῆτα, εἴ γ᾽ ἐστὶ δίκαιονἔφηεἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα 2 δὲ οὔ.’ ἐπειπόντος δὲἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν τι κεν κεφαλῇ 3 κατανεύσωσιν, οὐ’ ‘μᾶλλονἔφη τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.’


ὁπότε δὲ ψεγόντων ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους περὶ ὧν 4 λέγοιεν.


ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον: δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε: ‘δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ᾽ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσι ’.


προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, ‘νὴ τὼ θεὼ5 φησὶνοὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.’


ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη [p. 102] λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπώννὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.’


ἄλλοτ᾽ ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπενὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε.’


βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ: κελεύσαντος δέ, 6 τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις: οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτωςἌπολλον, δοκεῖ σοι καὶ τῷ πατρί;συναινέσαντος δ᾽ αἱρεθεὶς οὕτως ἐστρατεύσατο.


ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας: ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος [p. 103] ἔφη τοῖς φίλοιςἐπισπεισάμενον μὲν ἀδικεῖν 7 ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.’


τοῖς δ᾽ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον 8 ἀνθ᾽ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας: ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν: καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.


ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων: ἐπιστὰς Ἀγησίλαος; ‘ταῦτα μένεἶπενὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε.’


τρεψάμενος δὲ περὶ 9 Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.


Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς: ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς [p. 104] ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν: ὡς δ᾽ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν Ἀγησίλαος: τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος 10 ἐλθεῖν, καὶ εἰ 11 μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον: χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος Ἀγησίλαος καὶ διασιωπήσαςοὐδένἔφηδεῖν πείθειν ἐκεῖνον ἡμᾶς: ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν: ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι.’


τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. 12 φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων. πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω: ‘Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες: εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες: πάντως δὲ ἄφες.’


ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν τῶν τοιοῦτος Ἀγησίλαος: ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπενὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.’


δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλ᾽ [p. 105] ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος: πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.


διετέλει δὲ λέγων τὸν ἄρχοντα οὐ 13 μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δεῖν τῶν ἰδιωτῶν περιεῖναι.


πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, ‘καταφρονεῖνἔφητῶν ἡδονῶν. ’


πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦ τε καὶ τῶν ἄλλων Λακεδαιμονίωνἀντὶ ταύτηςἔφητῆς διαίτης, ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα.’ 14


ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου 15 γένηται, ‘ἀλλ᾽ ἐγώεἶπενἐμαυτὸν ἐθίζω λέγων 16 ὥστ᾽ ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν.’


καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο: πρὸς οὖν τὸν πυθόμενον διότι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, ‘ἵναφησὶνοἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας.’


Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματὰ τε καὶ πόματα 17 πολυτελῆ ἔπεμψαν: μόνα δὲ τὰ ἄλφιτα [p. 106] δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδίδοσθαι. 18 πυθομένων δὲ τὴν αἰτίαν, ἔφητοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια.’


πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ᾽ αὐτοῦ εὐεργετῆσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι 19 τιμησάντων καὶ περὶ τούτου 20 πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται: φαμένων δέ, ‘ἄγετ᾽ἔφηποιήσατε πρώτους ἑαυτοὺς θεούς: 21 καὶ τοῦτ᾽ ἂν πράξητε , τότε πιστεύσω ὑμῖν ὅτι κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι.’


τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προσέγραψενἐμοῦ μηδεμία εἰκὼν ἔστω μηδὲ 22 γραπτὴ μηδὲ πλαστὴ μηδὲ κατασκευαστή


θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρ᾽ αὐτοῖς φύεται ξύλα: φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, ‘τί οὖν;’ εἶπενεἰ τετράγωνα ἦν, στρογγύλα 23 ἐτελεῖτε.’


ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς [p. 107] Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπενἄχρις οὗ τοῦτο φθάνῃ.’


ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένουςταῦτά ἐστινεἶπετὰ Λακεδαιμονίων τείχη.’


ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος,' ‘οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλειςἔφηταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς.’


τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.


ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.


ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἐπὶ τῷ βασιλεύειν.


θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα, ‘οὐκ αἰσθάνῃἔφηὅτι οὐ φευγόντων ἀλλὰ μενόντων πόλεμος χρείαν ἔχει;


ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο, ‘θανάτου καταφρονήσαςἔφη.


ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετ᾽ αὐλῶν ἀγωνίζονται, ἔφηἵν᾽, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵ τε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι. ’


Μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπενἀλλ᾽ οὐδὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε.’


πολλὴν δὲ τῆς Ἀσίας ὑφ᾽ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπ᾽ αὐτὸν βασιλέα, ὅπως παύσῃ [p. 108] σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.


μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.


τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας: τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.

24


καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε: ‘Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν: τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά: ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δ᾽ αὐτὰν καὶ φθάσω: ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις: καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.’


ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων: δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς [p. 109] φιλίαν ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον οἱ δὲ καλούμενοι Τρωαδεῖς, 25 οἷς καὶ Ξέρξης ὡς λέγεται δέδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας: δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσαςτί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοιπροῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.


τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε: φήσαντος δ᾽ ἐκείνου βουλεύεσθαι, ‘βουλευέσθω τοίνυνεἶπενἡμεῖς δὲ πορευσόμεθα.’ θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν. 26


τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν: εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.


πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς; [p. 110] οὐδ᾽ ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξαςφεῦ τᾶς Ἑλλάδοςἔφη τοσούτους ὑφ᾽ αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας.’


Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ: καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς δι᾽ ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ᾽ ἱππικῇ φρονοῦντας ἐκράτησε.


Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας 27 τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν 28 τῶν καθ᾽ ἑαυτὸν γενομένων.


οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδ᾽ ἐπανελθών.


ὁρῶν δ᾽ ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν 29 [p. 111] Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.


Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ᾽ ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειν τε καὶ ἄρχεσθαι.


ἄλλοτε δ᾽ ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται, ‘διότιεἶπεπαρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειν τε καὶ ἄρχεσθαι.’


Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.


τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε διαπραττόμενος δὲ πέμπεσθαί 30 τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε 31 γενομένους [p. 112] ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας: εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.


ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ᾽ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίουἀλλ᾽ οἱ ἐμοὶ ξένοιεἶπετὰ δίκαια δι᾽ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν.’


ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται: ‘νὴ Δία᾽ἔφηκαλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλ᾽ ὡς γυναιξὶν ἐνοικεῖν.’


Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, ‘μειράκιονἔφηοἱ λόγοι σου πολλῆς δυνάμεως 32 δέονται. ’


δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν 33 τινὸς φιλοφρονήσεως: τέλος δὲ εἶπενοὐκ ἐπιγινώσκεις με, βασιλεῦ, οὐδ᾽ ἤκουσας ὅστις εἰμί; δ᾽ Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν 34ἀλλ᾽ οὐ τύ ἐσσι Καλλιππίδας δεικηλίκτας;οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.


τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν [p. 113] ἀκοῦσαι παρακαλούμενος, παρῃτήσατο φήσαςαὐτᾶς ἄκουκα πολλάκις.’


Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτωΜενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν,’ οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψεβασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.’


ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα: καὶ 35 πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, 36 τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας:, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα 37 συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.


οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.


ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης: εἰ [p. 114] δὲ δίκαιοι πάντες γένοιντο, μηδέν᾽ 38 ἀνδρείας δεηθήσεσθαι.

39


εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν, ‘τί δαὶ ἐκεῖνος ἐμοῦ μείζωνἔφη, ‘εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος;


ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.


ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρ᾽ ἀνθρώποιςεἰ λέγοιεἶπε τὰἄριστα, πράττοι δὲ τὰ κάλλιστα,’


τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.


ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς; παῖδας, ‘ταῦτ᾽εἶπενοἷς καὶ ἄνδρες γενόμενοι χρήσονται.’


δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκασταἈγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν,’ ‘καὶ τὴν οἰκίανἔφηεἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;


ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης ἣν μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ [p. 115] ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡςἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν: ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο: ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδ᾽ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.’


φιλοτεκνότατος δ᾽ ὢν διαφερόντως, 40 λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν: ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.


συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖνκαλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδ᾽ ἐπισταμένους μάχεσθαι διδάξας.’ τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπ᾽ αὐτούς. διὸ καὶ Λυκοῦργος παλαιὸς; ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν ὅπως πολεμεῖν μὴ μανθάνωσιν.


ἐπεὶ δὲ ἢκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμοίοις πολλοὺς ἀκολουθοῦντας, 41 ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας. [p. 116] τοὺς συμμάχους καθίσαι μετ᾽ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ᾽ ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς; κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς: ἀπείρητο γὰρ αὐτοῖς; τέχνην ἐργάζεσθαι καὶ 42 μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας Ἀγησίλαοςὁρᾶτεεἶπεν ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς;


ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν. αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον δὲ προσελθὼν εἰς τὸ δημόσιοννομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμωνεἶπε, ‘τοῖς γὰρ οὖσιν οὔτ᾽ ἂν προσθείην τι οὔτ᾽ ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι: τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον.’


τὸν δ᾽ Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.


ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο [p. 117] τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν : ‘εἰ οὖν τοῦτον ἀνέλοιμεν, ῥᾷστα τοῦ ἄλλους ὑποχειρίους ποιήσειν: ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς; ἀξίους.’ καὶ συνέβη: τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως 43 ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων 44 παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.


χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ: διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις: προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.


ἐπεὶ δὲ τοὺς παρ᾽ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς [p. 118] παρατάξεως ἔγνω προθύσασθαι ἀσυνειδήτως τοῖς ἄλλοις: καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστρωμένῃ 45 τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα: κρατῶν δὲ ἐφ᾽ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν ἔχειν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.


περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, 46 συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.


κατὰ δὲ τὸν Αἰγύπτου 47 ἀπόπλουν ἀποθνήσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, ‘εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται: εἰ δὲ μή, οὐδ᾽ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.’ [p. 119]

1 ἔφη *

2 ὡμολόγηκας - ὡμολόγησα] ὤμοσας (malim ὀμώμοκας) ὤμοσα Cobetus

3 κεφαλῇ] cf. Hom. A 524

4 ὡν] ὧν ἂν?

5 νὴ τὼ θεώ] ναὶ τὼ σιώ Cobetus

6 κελεύσαντος δέ W: κελεύσαντος δὲ ὅπερ ἐστὶν ὡς στρατεύεσθαι

7 ἀδικεῖν *: ἀδίκως

8 ἵππον] ἵππον ἕκαστον?

9 παρὰ?

10 φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος *: φιλήματος

11 εἰ*

12 πρὸς αὐτούς delevit Huttenus

13 οὐ *: προσήκειν οὐ

14 ἀμώμεθα] μώμεθα Valckenarius

15 τούτου] τούτου οὐ?

16 λέγων delevit W

17 πόματα] πέμματα (καὶ μύρα)?

18 διαδίδοσθαι *: διαδιδοῦσθαι

19 ἀποθεώσει Herwerdenus

20 περὶ τούτου deleverim

21 θεούς*

22 malim μήτε ter

23 στρογγύλ᾽ ἂν?

24 Σπαρτιάτας Schottus: στρατιώτας

25 Τρωαδεῖς] Τράλλεις Vit. Ages. c. 16

26 προάγειν Cobetus ex Vit. Ages. c. 16: προαίρειν

27 μόρας Turnebus: μοίρας vel μυριάδας

28 Ξενοφῶν] Hist. Gr. 4, 3, 16. Ages. 2, 9

29 καθεῖσαν Cobetus: καθίσασαν

30 δὲ πεμπεσθαι *: δ᾽ ῾επεσθαι

31 ἐπεδείκνυε *: ἐπιδείκνυε

32 πολλῆς δυνάμεως] πόλεως Cobetus

33 ἄρξειν *: ἄρξαι

34 εἶπεν *

35 καὶ] om. mei codd.

36 Τιρίβαζον *: τηρίβαζον

37 ἥκιστα Iannotius: κάκιστα

38 μηδὲν] μηδένα Cobetus

39 δεηθήσεσθαι] δεήσεσθαι idem

40 φιλοτεκνότατος δ᾽ ὢν διαφερόντως] aut corrigendum φιλότεκνοι aut cum uno codice delendum διαφερόντως

41 πολλοὺς ἀκολουθοῦντας M: πολλοὶ ἀκολουθοῦντες

42 καὶ *

43 καιρίως] καιρίαν Cobetus

44 χειρ́ονων delevit Madvigius

45 ὑπεστρωμένῃ] ὑπεστραμμένην M

46 Νεκτανάβιος W: νεκτάβιος

47 Αἰγύπτου] malim ἀπ᾽ Αἰγύπτου

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: