previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πολυδώρου


Πολύδωρος Ἀλκαμένους, ἀπειλοῦντός τινος [p. 166] τοῖς ἐχθροῖς συχνά, ‘οὐ συνίηςἔφητῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος; ’


ἐξάγοντος δ᾽ αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει, ‘οὐκἔφηἀλλ᾽ ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζει.’ 1


Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλ᾽ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν: ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτοὺςτὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δ᾽ ὑπὲρ τῶν ὅρων τῶν 2 τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι ἦλθον γὰρ χώραν ἀπολαβεῖν : οὐ καταλαβέσθαι πόλιν.’


ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ‘ὅτιἔφηαἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: