previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διάφορα τῶν ἐν τοῖς Λάκωσιν ἀδόξων ἀποφθέγματα

1
Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶταιτὰ μὲν πρῶτα 2 ἐπιλελάθαμες, 3 τὰ δὲ ὕστερα οὐ συνείκαμες 4 διὰ τὸ τὰ πρῶτα 5 ἐπιλελᾶσθαι.’


ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ‘ἀπάγγελλε τοίνυνἔφασανὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.’


πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας φρονεῖνεἶπονδεῖ ἔλασσον δύνασθαι μεῖζον. ’


Λάκων ἐρωτηθεὶς δι᾽ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷς; εἶπενἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.’


ἄλλος πυθομένου τινὸςδιὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε;’ ‘ἵνα πλησίονεἶπε τοῖςπολεμίοις εἰς χεῖρας ἵκωμες.’


ἐπαινοῦντός τινος τοὺς ἀρίστους μαχητάς, Λάκων εἶπενἐν Τροίᾳ.’


ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνεινμὴ καὶ ἐσθίεινεἶπεβιάζονται;


Πινδάρου γράψαντοςἙλλάδος ἔρεισμα Ἀθῆναι, ’ Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.


ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας [p. 170] ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγενἀνδρεῖοί γ᾽ Ἀθηναῖοι,’ Λάκων ὑποτυχώνἐν τῷ πίνακιεἶπε.


πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπεπαῦσαι κατ᾽ ἐμοῦ τὰ ὦτα χορηγῶν.’


πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγονταἄκων ἥμαρτονεἶπέ τιςἄκων τοίνυν καὶ κολάζου.’


ἰδών τις ἐν ἀποχωρήσει θακέοντας 6 ἐπὶ δίφρων ἀνθρώπουςμὴ γένοιτοεἶπενἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.’


Χίων ποτὲ κατ᾽ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν: ὡς δὲ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.


ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, ‘μὴ σπάνιοιἔφηοἱ λίθοι;


τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπεφωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.’


ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ, ‘τί οὖνἔφημέγα ποιεῖς;


ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ‘ἀλλὰ μήνἔφηοὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν:’ δὲοὐ μόνον ἄραἔφηδειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε. [p. 171]


κατ᾽ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωναοὐκ ἂν οἶμαί σε, Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναικαὶ ὃς ὑπολαβὼνοὐ γάρἔφη: ‘τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.’


Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκωνἀλλὰ νὴ 7 τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται


Ἀργείου ποτὲ εἰπόντοςπολλοὶ τάφοι παρ᾽ ἡμῖν εἰσὶ ΣπαρτιατῶνΛάκων εἶπενἀλλὰ μὴν παρ᾽ ἡμῖν Ἀργείων οὐδὲ εἷς,’ ὡς: αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.


Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντοςΛάκωνα πωλῶ,’ ἐπεστόμισεν εἰπώναἰχμάλωτον κήρυσσε.’


τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθεὶς τις ὑπ᾽; αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί, ‘σὺ δ᾽ οἴειἔφηἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν;


ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπεποῦ νῦν εἰσὶν οἱ Λάκωνες;Σπαρτιάτης ληφθεὶς ὑπ᾽ αὐτῶνοὐ πάρεισινἔφη: ‘οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε. ’


Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον ὅταναὑτῶν [p. 172] οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε;ἀφ᾽ οὗ καὶ παροιμία
ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει.
8


πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπονοἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.’


ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανίσειν 9 συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοιμηδαμῶς ἀφανίσῃς μηδ᾽ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.’


τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλ᾽ ἀρετῆς φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως Χάρων ἐνίκησεν αὐτόν, ‘τᾷ πολυμηχανίᾳεἶπε.


Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, 10 πότερον βούλεται φίλιον ἐλθεῖν πολέμιον αὐτόν, ἀντεφώνησανοὐδέτερον.’


πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρ᾽ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.


Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, ‘οὐχ ἱκανὸς οὖνεἶπονεἰ πρὸς ἕνα εἷς;’


ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι. [p. 173]


ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.


ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν , ὅτι δακτύλοις κιθαρίζει.


δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ: τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, ‘ μηδαμῶςεἶπεπρὸς θεῶν, οὐ γὰρ δίκαιον: καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.’


ἕτερον παιδάριον, ἐπεὶ παρῆν καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον μέχρι θανάτου κρύπτειν, ‘οὐ μὲν οὖνεἶπενἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα 11 τελευτᾶν περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι.’


περιτυχόντες τινὲς Λάκωσι καθ᾽ ὁδὸν εἶπον [p. 174]εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντωνοἱ δὲοὐ μὰ τὸν Ἐνυάλιον, ἀλλ᾽ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.’


Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπενἐλεύθερος εἶναι.’


παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπ᾽ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπὼνοὐ δουλεύσω.’ ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπώνεἴσῃ 12 τῆς ὠνῆς,’ ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.


ἕτερος πωλούμενος, εἰπόντος τινὸςἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ;’ ‘κἂν μὴ ἀγοράσῃςεἶπεν.


ἄλλος: αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, ‘κατάρατεεἶπενοὐκ ἐρεῖς αἰχμάλωτον.’


Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ‘ἵνα μὲν οὖνεἶπεφανερὸς : οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ᾽ αὐτῶν ὁρᾶσθαι.’


ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, ‘οὐ Λακωνικόνεἶπετὸ φλυαρεῖν.’


Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς εἰς Σπάρτην ὁδὸς εἶπενὁποῖος καθίσῃς: οἱ μὲν γὰρ [p. 175] λέοντες βαδίζοντι ὅπα κα λέωντι, 13 τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ 14 θηρεύομες.’


ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο προσπεσών, ἔδακε τὸν βραχίονα: καὶ ἕτερος εἶπεδάκνεις, Λάκων, ὥσπερ αἱ γυναῖκες:’ ‘οὐ μὲν οὖνεἶπεν ἅτεροςἀλλ᾽ ὥσπερ οἱ λέοντες.’


χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπεκακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.’


ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, 15 ὅτι ἀποθανεῖται, ἀλλ᾽ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.


εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος; τυρὸν ᾔτει καὶ ἔλαιον, ‘εἶτ᾽16 ἔφηεἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου; ’


πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος; εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπενοὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.’


εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατοἐλεύθεροι γὰρ εἰμες: οἱ δ᾽ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.’


προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς [p. 176] πάντα ποιῶν οὐκ ἐδύνατο, ‘νὴ τὼ σιώεἶπενἔνδον τι εἶναι δεῖ.’


Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε: καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο
τὰν Πιτάναν Θρασύβουλος ἐπ᾽ ἀσπίδος ἤλυθεν ἄπνους
ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος,
δεικνὺς ἀντία πάντα: τὸν αἱματόεντα δ᾽ πρέσβυς
θεὶς 17 ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε,
δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς
θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.


Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον 18 παραχέοντος ὕδωρ, Λάκων εἶπετί τοῦτο ὡς καθαρῷ; σφόδρα 19 δὲ ῥυπαρῷ πλεῖον παράχει.’


Φιλίππου τοῦ Μακεδόνος προστάσσοντὸς τινα δι᾽ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοιπερὶ ὧν ἄμμιν ἔγραψας οὔ.’ ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶντί νῦν ποιήσετε, Λάκωνες;’ ‘τί γάρἔφηἄλλο ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.’


μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι [p. 177] γένωνται, τῆς πατρίου ἀγωγῆς; ἀτευκτήσαντες: οὐδὲ πολῖται γὰρ ἂν εἴησαν: πρεσβύτας δ᾽ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν ἀπειλοῦντος; δ᾽ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.’


πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δ᾽ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου: ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες: τῶν δὲ Πανελλήνων ἐπισημηναμένων 20 κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, πρεσβύτης κινήσας
πολιόν τε κάρη πολιόν τε γένειον
21 καὶ δακρύσαςοἴμοι τῶν κακῶνφησὶνὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ᾽ αὐτοῖς: μόνοι Λακεδαιμόνιοιφασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο: Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι: ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν ἀγασθεὶς δὲ ὄχλος: ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶννὴ 22 τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ. [p. 178]


ἐπαίτης ᾔτησε Λάκωνα: ‘ἀλλὰ εἰ δοίην σοιἔφημᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας.’


Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖςοὐδένεἶπεφροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ.’


λαβών τις μοιχὸν ἐπ᾽ αἰσχρᾷ γυναικὶἄθλιεεἶπετίς τοι ἀνάγκα;


ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ‘ἀλλὰ νὴ τὼ σιώεἶπενἀνδρεῖός γε ἄνθρωπος, πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶσσαν. ’


εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐνΣπάρτῃ μόνῃεἶπελυσιτελεῖ γηράσκειν.’


ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ποιητής, ‘ἀγαθόςεἶπεκακκονῆν 23 νέων ψυχάς.’


ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον: λεγόντων δὲ αὐτῷ τινωνποῖ 24 ἄπει οὕτως ἔχων τί ποιήσων;’ ‘κἂν μηδὲν ἕτερον πράξωἔφηπολεμίου γε μάχαιραν ἀμβλυνῶ.’


Βοῦλις 25 καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὦφλεν Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος: ἀγασθεὶς [p. 179] ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρ᾽ αὐτῷ, ‘καὶ πῶς ἄνἔφασανδυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοιἸνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφησανἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν.’


Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ξένος αὐτὸν ἐξέκλινε, τῇ δ᾽ ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐδ᾽ ἐπὶ ψιάθου ὑπνωκέναι


ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους: ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις, ‘πάνταεἶπεκαλά,'’ εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.


ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατοοὔ:’ ὡς δὲ ἐρωτήσας ἀπεκρίνατο ὅτιψεύδῃ,’ ‘ὁρᾷς οὖνἔφηὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν.’


ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς [p. 180] Λύγδαμιν τὸν τύραννον: ὡς δ᾽ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δ᾽ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβειςλέγε αὐτῷεἶπονὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι. ’


Λάκωνὰ τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, δὲγινώσκουσιν οἱ θεοίἔφη: ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντοςπάντως σε δεῖ εἰπεῖν,’ Λάκων ἀντηρώτησετίνι με δεῖ εἰπεῖν, σοὶ τῷ θεῷ;τοῦ δὲ εἰπόντοςτῷ θεῷ,’ ‘σὺ τοίνυνἔφηἀποχώρησον.’


ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπεπῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;


ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος: ὀνειδιζόμενος δὲ εἶπενοὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι.’


ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε: πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν; ‘ὅτιἔφηβέλτιόν ἐστι τοῦ φονεύειν πείθεσθαι τῷ ἄρχοντι.’


τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις ἀνταγωνιστής, Λάκων, ἐγένετό σου κρείσσων:’ ‘οὐ μὲν οὖνἔφηἀλλὰ καββαλικώτερος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: