Θεκταμένους
Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν: καί τινος τῶν παρόντων [p. 139] ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, ‘οὐχί’ εἶπεν ‘ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρ᾽ οὐδενὸς οὔτε τι αἰτήσαντα 1 οὔτε δανεισάμενον.’