previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεοπόμπου


Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, ‘εἰ τοῖς μὲν φίλοιςἔφημεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.’


πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς [p. 138] αὑτοῦ πολίταις καλεῖται φιλολάκων, ‘κρεῖσσονἔφηἦν σε φιλοπολίτην φιλολάκωνα καλεῖσθαι.’


τοῦ δ᾽ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτ᾽ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, ‘καὶ πότερονἔφη σὸς τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί;τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, ‘πῶς οὖν ἂνἔφηαὕτη πόλις σῴζοιτο, ἐν πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;’


λέγοντος δέ τινος ὅτι Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, ‘οὔκἔφηἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας. ’


Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν 1 ὅτιτὰς μὲν μετρίας χρόνος αὔξει, τὰς δ᾽ ὑπεραιρούσας ἀφανίζει.’


ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, ‘οὐδ᾽ εἰ γυναικῶνεἶπενἦν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: