previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Παυσανίου τοῦ Κλεομβρότου


Παυσανίας Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ᾽ αὐτοῖς οὔθ᾽ 1 αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ᾽ οἱ τελευτήσαντες θάπτονται, ‘πῶς ἂν 2 οὖνἔφηαὕτη πατρὶς ὑμῶν εἴη, ἐν οὔτε γέγονέ τις ὑμῶν οὔτ᾽ ἔσται;3


τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ, [p. 163] ἐσύριττον αὐτὸν μόνοι, ‘τί οὖν οἴεσθεἔφητοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας; κακῶς ποιήσειν;’


πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, ‘ὅπωςἔφημηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.’


πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, ‘θέλεις οὖνἔφηδεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;’


θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, ‘κρεῖσσονἔφηαὐτοὺς εἶναι πολλοῦ ἀξίους κεκτῆσθαι πολλοῦ ἄξια. ’


μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφ᾽ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι: τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, ‘νὴ τοὺς θεούςἔφηλίχνος ἦν Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: