Ἱπποκρατίδου
Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος 1 πῶς χρήσηται 2 αὐτῷ, ἀντέγραψεν ‘εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε: εἰ δὲ μὴ , ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.’
ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, ‘μετὰ τοιούτων’ ἔφη ‘βαδίζειν δεῖ, μεθ᾽ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις. [p. 140] ’