Παιδαρήτου
Παιδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, ‘οὐκοῦν’ ἔφη ‘ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα: πλείους γὰρ ἀποκτενοῦμεν.’
ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν δι᾽ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη ‘οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.’
οὐκ ἐγκριθεὶς δ᾽ εἰς τοὺς τριακοσίους, ἣτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει: ἀνακαλεσαμένων δ᾽ αὐτὸν τῶν [p. 165] ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε ‘διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας: ἐχούσῃ. ’