previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημαρήτου


Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινὸςσκληρῶς σοι κέχρηται Ὀρόντης, Δημάρατε’, ‘οὐδὲν ἥμαρτεν εἰς ἐμὲεἶπενοἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν οὐχ οἱ μετὰ ἀπεχθείας.’


ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρ᾽ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ‘ὅτιἔφηταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.’


ψάλτου δὲ ἀκροώμενοςοὐ κακῶςεἶπεφαίνεταί μοι φλυαρεῖν.’


ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν δι᾽ ἀπορίαν λόγων σιωπᾷ, ‘ἀλλ᾽ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶνἔφη.


πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ‘ὅτιἔφηκρείσσονες αὐτῆς; οἱ νόμοι εἰσί.’


τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον’ ‘μὰ τοὺς θεούςἔφηοὐχὶ σύ γε, ἀλλ᾽ ἠγόρακας. [p. 134]


ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, ‘αἰσχρόνἔφη βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρ᾽ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.’


πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτὸνοὐ μαχοῦμαί σοιἔφη, ‘ ξένε: κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: